TR EN AR
← Tüm İsimler

Telamoniades

Kavimler ve topluluklar — kg_varlik (run_id=6)

12 pasaj · topluluk
Bu isimler geçer

Τελαμωνιάδης



τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ, ἥ μʼ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κʼ ἀϋτμὴ ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι· μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι. καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κʼ ἐμὲ κήδῃ· ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς. οὗτοι δʼ ἀγγελέουσι, σὺ δʼ αὐτόθι λέξεο μίμνων εὐνῇ ἔνι μαλακῇ· ἅμα δʼ ἠοῖ φαινομένηφι φρασσόμεθʼ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερʼ ἦ κε μένωμεν. ἦ καὶ Πατρόκλῳ ὅ γʼ ἐπʼ ὀφρύσι νεῦσε σιωπῇ Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δʼ ἄρʼ Αἴας ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε· διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ

İlyada ·Kitap 9 ·605-624

· · ·

Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι· Ζεὺς δʼ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν. στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ, ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε, ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν ἔνθα στᾶσʼ ἤϋσε θεὰ μέγα τε δεινόν τε ὄρθιʼ, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν. Ἀτρεΐδης δʼ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν Ἀργείους· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκόν. κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε, τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι.

İlyada ·Kitap 11 ·1-20

· · ·



τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· πῶς τὰρ ἴω μετὰ μῶλον; ἔχουσι δὲ τεύχεʼ ἐκεῖνοι· μήτηρ δʼ οὔ με φίλη πρίν γʼ εἴα θωρήσσεσθαι πρίν γʼ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι· στεῦτο γὰρ Ἡφαίστοιο πάρʼ οἰσέμεν ἔντεα καλά. ἄλλου δʼ οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω, εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο. ἀλλὰ καὶ αὐτὸς ὅ γʼ ἔλπομʼ ἐνὶ πρώτοισιν ὁμιλεῖ ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος. τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις· εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχεʼ ἔχονται· ἀλλʼ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι, αἴ κέ σʼ ὑποδείσαντες ἀπόσχωνται πολέμοιο Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν

İlyada ·Kitap 18 ·181-200

· · ·



οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης, τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ τεύχεσιν ἀμφʼ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ. παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη. ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ· τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν, Αἴανθʼ, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργα τέτυκτο τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα. τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν· Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρʼ ἔμελλες οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων οὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι, τοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δʼ Ἀχαιοὶ ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο ἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλος αἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων ἐκπάγλως ἤχθηρε, τεῒν δʼ ἐπὶ μοῖραν ἔθηκεν.

Odysseia ·Kitap 11 ·541-560

· · ·



Ζεῦ πάτερ, ἦ ῥά τινʼ ἤδη ὑπερμενέων βασιλήων τῇδʼ ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας; οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων, ἀλλʼ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρίʼ ἔκηα

İlyada ·Kitap 8 ·221-240

· · ·



τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω. τώ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθω ἠὲ σαωθήτω· ἣ γὰρ πολέμου ὀαριστύς. ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας, ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δʼ αὐτὸς ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ. ὣς ἔφαθʼ, οἳ δʼ ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν δούρατʼ ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸς νεκρὸν ὑπʼ Αἴαντος ἐρύειν Τελαμωνιάδαο νήπιοι· ἦ τε πολέσσιν ἐπʼ αὐτῷ θυμὸν ἀπηύρα. καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον· ὦ πέπον ὦ Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊ ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο. οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο,

İlyada ·Kitap 17 ·221-240

· · ·



ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν Ἕκτορʼ, ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατʼ ἔλυσεν, ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες. πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι· αὐτοὶ δʼ, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθʼ εἶναι, στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες δούρατʼ ἀνασχόμενοι· τὸν δʼ οἴω καὶ μεμαῶτα θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·

İlyada ·Kitap 15 ·281-300

· · ·

Αἴας δʼ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς ἵστατʼ ἀπʼ Αἴαντος Τελαμωνίου οὐδʼ ἠβαιόν, ἀλλʼ ὥς τʼ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δʼ ἄρά σφι πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς· τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης· ὣς τὼ παρβεβαῶτε μάλʼ ἕστασαν ἀλλήλοιιν. ἀλλʼ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ λαοὶ ἕπονθʼ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθʼ ἵκοιτο. οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο· οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ· οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας, οὐδʼ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα, ἀλλʼ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ Ἴλιον εἰς ἅμʼ ἕποντο πεποιθότες, οἷσιν ἔπειτα ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας· δή ῥα τόθʼ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ,

İlyada ·Kitap 13 ·701-720

· · ·



καὶ τότε δή ῥʼ Αἴαντι περιδείσαντες Ἀχαιοὶ παυσαμένους ἐκέλευσαν ἀέθλια ἶσʼ ἀνελέσθαι. αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι. αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος· ἀλλʼ ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς, τὸν δʼ ἄγετʼ ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε. εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί, ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς χρεώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου ποιμὴν οὐδʼ ἀροτὴρ εἶσʼ ἐς πόλιν, ἀλλὰ παρέξει. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μενεπτόλεμος Πολυποίτης, ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο, ἂν δʼ Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός. ἑξείης δʼ ἵσταντο, σόλον δʼ ἕλε δῖος Ἐπειός, ἧκε δὲ δινήσας· γέλασαν δʼ ἐπὶ πάντες Ἀχαιοί.

İlyada ·Kitap 23 ·821-840

· · ·



ἔνθʼ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γʼ ἥρως παπτήνας, ἐπεὶ ἄρ τινʼ ὀϊστεύσας ἐν ὁμίλῳ βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν, αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν εἰς Αἴανθʼ· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ. ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων; Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδʼ Ὀφελέστην Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον, πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ. τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας· στῆ δὲ παρʼ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε·

İlyada ·Kitap 8 ·261-280

· · ·



Ζεὺς δὲ πατὴρ Αἴανθʼ ὑψίζυγος ἐν φόβον ὦρσε· στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον, τρέσσε δὲ παπτήνας ἐφʼ ὁμίλου θηρὶ ἐοικὼς ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων. ὡς δʼ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται, οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ· ἠῶθεν δʼ ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ· ὣς Αἴας τότʼ ἀπὸ Τρώων τετιημένος ἦτορ ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν. ὡς δʼ ὅτʼ ὄνος παρʼ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλʼ ἀμφὶς ἐάγῃ, κείρει τʼ εἰσελθὼν βαθὺ λήϊον· οἳ δέ τε παῖδες τύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν·

İlyada ·Kitap 11 ·541-561