TR EN AR
← Tüm İsimler

Eurukleia

Kavimler ve topluluklar — kg_varlik (run_id=6)

21 pasaj · topluluk
Bu isimler geçer

Εὐρύκλεια



τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι πεπτεῶτας πολλούς, ὥστʼ ἰχθύας, οὕς θʼ ἁλιῆες κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης δικτύῳ ἐξέρυσαν πολυωπῷ· οἱ δέ τε πάντες κύμαθʼ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται· τῶν μέν τʼ Ἠέλιος φαέθων ἐξείλετο θυμόν· ὣς τότʼ ἄρα μνηστῆρες ἐπʼ ἀλλήλοισι κέχυντο. δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς· Τηλέμαχʼ, εἰ δʼ ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν, ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν. ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί, κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν· δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥ τε γυναικῶν δμῳάων σκοπός ἐσσι κατὰ μέγαρʼ ἡμετεράων· ἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος, ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων, βῆ δʼ ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευεν.

Odysseia ·Kitap 22 ·381-400

· · ·



ὣς ἄρʼ ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο, ὑψόσʼ ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο. ὡς δʼ ὅτʼ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι ἕρκει ἐνιπλήξωσι, τό θʼ ἑστήκῃ ἐνὶ θάμνῳ, αὖλιν ἐσιέμεναι, στυγερὸς δʼ ὑπεδέξατο κοῖτος, ὣς αἵ γʼ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν. ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν. ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν· τοῦ δʼ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ τάμνον, μήδεά τʼ ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι, χεῖράς τʼ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ. οἱ μὲν ἔπειτʼ ἀπονιψάμενοι χεῖράς τε πόδας τε εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον· αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν·

Odysseia ·Kitap 22 ·461-480

· · ·



ἡ δʼ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα, ἴθυσέν ῥʼ ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον· ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδʼ ὀλόλυζε· οὐχ ὁσίη κταμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι. τούσδε δὲ μοῖρʼ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα· οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων, οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο· τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον. ἀλλʼ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον, αἵ τέ μʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν. τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.

Odysseia ·Kitap 22 ·401-420

· · ·



μαῖα, τίη μʼ ἐθέλεις ὀλέσαι; σὺ δέ μʼ ἔτρεφες αὐτὴ τῷ σῷ ἐπὶ μαζῷ· νῦν δʼ ἄλγεα πολλὰ μογήσας ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ, σίγα, μή τίς τʼ ἄλλος ἐνὶ μεγάροισι πύθηται. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται· εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς, οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότʼ ἂν ἄλλας δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας. τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια· τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων. οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδʼ ἐπιεικτόν, ἕξω δʼ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· εἴ χʼ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς, δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας, αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή.

Odysseia ·Kitap 19 ·481-500

· · ·



οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων, οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο· τῷ διʼ ἀτασθαλίας ἔπαθον κακόν· αὐτὰρ Ὀδυσσεὺς ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δʼ αὐτός. τὴν δʼ ἠμείβετʼ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια· τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων, ἣ πόσιν ἔνδον ἐόντα παρʼ ἐσχάρῃ οὔ ποτʼ ἔφησθα οἴκαδʼ ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος. ἀλλʼ ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω, οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι. τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇ εἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν οὐκ ἔα εἰπέμεναι πολυϊδρείῃσι νόοιο. ἀλλʼ ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς, αἴ κέν σʼ ἐξαπάφω, κτεῖναί μʼ οἰκτίστῳ ὀλέθρῳ. τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια· μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων

Odysseia ·Kitap 23 ·62-81

· · ·



πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔβαλε δαίμων μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν, ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος. ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί, ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν· μαῖʼ, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας, ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει πατρὸς ἀποιχομένοιο· ἐγὼ δʼ ἔτι νήπιος ἦα. νῦν δʼ ἐθέλω καταθέσθαι, ἵνʼ οὐ πυρὸς ἵξετʼ ἀϋτμή.

Odysseia ·Kitap 19 ·1-20

· · ·



τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε· δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος. Τηλέμαχος δʼ, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ, ἔνθʼ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων. τῷ δʼ ἄρʼ ἅμʼ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο, τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν πρωθήβην ἔτʼ ἐοῦσαν, ἐεικοσάβοια δʼ ἔδωκεν, ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν, εὐνῇ δʼ οὔ ποτʼ ἔμικτο, χόλον δʼ ἀλέεινε γυναικός· ἥ οἱ ἅμʼ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα. ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο, ἕζετο δʼ ἐν λέκτρῳ, μαλακὸν δʼ ἔκδυνε χιτῶνα· καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν. ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα, πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι

Odysseia ·Kitap 1 ·421-440

· · ·



ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ, δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν. Τηλέμαχος δʼ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει· ἄττα, πρόσω φέρε τόξα· τάχʼ οὐκ εὖ πᾶσι πιθήσεις μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι, βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι. αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματʼ ἔασι, μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην· τῷ κε τάχα στυγερῶς τινʼ ἐγὼ πέμψαιμι νέεσθαι ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο Τηλεμάχῳ· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης ἐν χείρεσσʼ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς. ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·

Odysseia ·Kitap 21 ·361-380

· · ·



τὴν δʼ αὖτʼ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε· γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθʼ ὄνομʼ ὅττι κεν εἴπω· πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδʼ ἱκάνω, ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν· τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον· αὐτὰρ ἐγώ γε, ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα ἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι, τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω. τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα. τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο χερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι· μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊ κύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά. Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι δεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν, αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·

Odysseia ·Kitap 19 ·401-420

· · ·



ἀλλʼ ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει; δμῳὰς δʼ οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ξεῖνος ὅδʼ· οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος. κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων. τὼ δʼ ἄρʼ ἀναΐξαντʼ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας ἔγχεά τʼ ὀξυόεντα· πάροιθε δὲ Παλλὰς Ἀθήνη, χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει. δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα· ὦ πάτερ, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι. ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι, εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσʼ ἔχοντες φαίνοντʼ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο. ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.

Odysseia ·Kitap 19 ·21-40