…
ἦ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην· ἀλλὰ καὶ ὧς ἀνέμιμνε, σάω δʼ ἐρίηρας ἑταίρους. ὡς δʼ ὅτʼ ἀπʼ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνῃ, ὣς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε, οὐδὲ κατὰ μοῖραν πέραον πάλιν. Ἕκτορα δʼ ἵπποι ἔκφερον ὠκύποδες σὺν τεύχεσι, λεῖπε δὲ λαὸν Τρωϊκόν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε. πολλοὶ δʼ ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ λίπον ἅρματʼ ἀνάκτων, Πάτροκλος δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων Τρωσὶ κακὰ φρονέων· οἳ δὲ ἰαχῇ τε φόβῳ τε πάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν· ὕψι δʼ ἀέλλη σκίδναθʼ ὑπὸ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποι ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. Πάτροκλος δʼ ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν, τῇ ῥʼ ἔχʼ ὁμοκλήσας· ὑπὸ δʼ ἄξοσι φῶτες ἔπιπτον πρηνέες ἐξ ὀχέων, δίφροι δʼ ἀνακυμβαλίαζον. ἀντικρὺ δʼ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι
İlyada
·Kitap 16
·361-380
· · ·
…
ὣς ἔφαθʼ, οἳ δʼ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο ὕψι μάλα μεγάλως· ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθε Τρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς. ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τʼ ἐπὶ κάπρῳ βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων· ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες, ἀλλʼ ὅτε δή ῥʼ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς, ἄψ τʼ ἀνεχώρησαν διά τʼ ἔτρεσαν ἄλλυδις ἄλλος. ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν· ἀλλʼ ὅτε δή ῥʼ Αἴαντε μεταστρεφθέντε κατʼ αὐτοὺς σταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτλη πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι. ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο νῆας ἔπι γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφιν ἄγριος ἠΰτε πῦρ, τό τʼ ἐπεσσύμενον πόλιν ἀνδρῶν ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι ἐν σέλαϊ μεγάλῳ· τὸ δʼ ἐπιβρέμει ἲς ἀνέμοιο. ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων
İlyada
·Kitap 17
·721-740
· · ·
…
ὣς φάτο, τῷ δὲ μάλʼ ὦκα Ποσειδάων καὶ Ἀθήνη στήτην ἐγγὺς ἰόντε, δέμας δʼ ἄνδρεσσιν ἐΐκτην, χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντʼ ἐπέεσσι. τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων· Πηλεΐδη μήτʼ ἄρ τι λίην τρέε μήτέ τι τάρβει· τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη· ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν, ἀλλʼ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός· αὐτάρ τοι πυκινῶς ὑποθησόμεθʼ αἴ κε πίθηαι· μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δʼ Ἕκτορι θυμὸν ἀπούρας ἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι. τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετʼ ἀθανάτους ἀπεβήτην· αὐτὰρ ὃ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή, ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθʼ ὕδατος ἐκχυμένοιο,
İlyada
·Kitap 21
·281-300
· · ·
…
ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ Αἰτωλὸς γενεήν, μετὰ δʼ Ἀργείοισιν ἀνάσσει Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης. τὸν δʼ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας· Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέ τʼ ἄνευθεν ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται. οὔτε νεώτατός ἐσσι μετʼ Ἀργείοισι τοσοῦτον, οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε· ἀλλʼ αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴ λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι. ἵπποι δʼ αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ,
İlyada
·Kitap 23
·461-480
· · ·
…
ὡς δʼ ὅτʼ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας, ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο, ὣς πυκίνʼ ἐν στήθεσσιν ἀνεστενάχιζʼ Ἀγαμέμνων νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός. ἤτοι ὅτʼ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε, θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ αὐλῶν συρίγγων τʼ ἐνοπὴν ὅμαδόν τʼ ἀνθρώπων. αὐτὰρ ὅτʼ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν, πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας ὑψόθʼ ἐόντι Διί, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ. ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ Νέστορʼ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν, εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο, ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.
İlyada
·Kitap 10
·1-20