TR EN AR
← جميع الأسماء

Phoinix

Kavimler ve topluluklar — kg_varlik (run_id=6)

18 مقطع · topluluk
يُعرف بـ

Φοῖνιξ · φοῖνιξ

Φύλαντος θυγάτηρ· τῆς δὲ κρατὺς ἀργεϊφόντης ἠράσατʼ, ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς. αὐτίκα δʼ εἰς ὑπερῷʼ ἀναβὰς παρελέξατο λάθρῃ Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν. αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς, τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο ἠγάγετο πρὸς δώματʼ, ἐπεὶ πόρε μυρία ἕδνα, τὸν δʼ ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδʼ ἀτίταλλεν ἀμφαγαπαζόμενος ὡς εἴ θʼ ἑὸν υἱὸν ἐόντα. τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον. τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ, πέμπτης δʼ Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων. αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμʼ ἡγεμόνεσσιν Ἀχιλλεὺς στῆσεν ἐῢ κρίνας, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε· Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω,

İlyada ·Kitap 16 ·181-200

· · ·



εἰ γάρ κʼ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων, οὐκ ἔσθʼ ὅς κέ σʼ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ, οὐδʼ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν, ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γʼ ἔτραφεν ἐσθλοί. ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ ἕζετʼ, ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατʼ ἔειπε. Μηριόνης δʼ ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους. ἂν δʼ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο· πάλλʼ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο Ἀντιλόχου· μετὰ τὸν δʼ ἔλαχε κρείων Εὔμηλος· τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος, τῷ δʼ ἐπὶ Μηριόνης λάχʼ ἐλαυνέμεν· ὕστατος αὖτε Τυδεΐδης ὄχʼ ἄριστος ἐὼν λάχʼ ἐλαυνέμεν ἵππους. στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματʼ Ἀχιλλεὺς τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο,

İlyada ·Kitap 23 ·341-360

· · ·



τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ, ἥ μʼ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κʼ ἀϋτμὴ ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι· μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι. καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κʼ ἐμὲ κήδῃ· ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς. οὗτοι δʼ ἀγγελέουσι, σὺ δʼ αὐτόθι λέξεο μίμνων εὐνῇ ἔνι μαλακῇ· ἅμα δʼ ἠοῖ φαινομένηφι φρασσόμεθʼ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερʼ ἦ κε μένωμεν. ἦ καὶ Πατρόκλῳ ὅ γʼ ἐπʼ ὀφρύσι νεῦσε σιωπῇ Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δʼ ἄρʼ Αἴας ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε· διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ

İlyada ·Kitap 9 ·605-624

· · ·



ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δʼ ἄγειρα χρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες. ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν, δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς, τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει· ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼ ἱκόμεσθα Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο. ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν. ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι, ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι, κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο. τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ. ἡ δʼ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ, μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετʼ ὄλεθρον.

Odysseia ·Kitap 14 ·281-300

· · ·



αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, νεῦσʼ Αἴας Φοίνικι· νόησε δὲ δῖος Ὀδυσσεύς, πλησάμενος δʼ οἴνοιο δέπας δείδεκτʼ Ἀχιλῆα· χαῖρʼ Ἀχιλεῦ· δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ δαίνυσθʼ· ἀλλʼ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν, ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες δείδιμεν· ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν. ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδʼ ἔτι φασὶ σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων ἀστράπτει· Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίει ἀνέρας οὐδὲ θεούς· κρατερὴ δέ ἑ λύσσα δέδυκεν. ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν·

İlyada ·Kitap 9 ·221-240

· · ·



ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν· ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ δάκρυʼ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν· εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ, πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην οἶος; σοὶ δέ μʼ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε νήπιον οὔ πω εἰδόθʼ ὁμοιΐου πολέμοιο

İlyada ·Kitap 9 ·421-440

· · ·



ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε· μή μοι ἐρύκεσθον μὴ δʼ ἕστατον ἀχνυμένω κῆρ. φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα ἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος. ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο. Ἀργεῖοι δʼ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο. πρῶτος δʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθʼ ἵππους· ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ· τοῖο δʼ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας ἔγνω, φράσσατο δʼ ἵππον ἀριπρεπέα προὔχοντα, ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς; ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι, ἄλλος δʼ ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ

İlyada ·Kitap 23 ·441-460

· · ·

Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον· τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω· ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ. ἵπποι δʼ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης ἑστᾶσʼ, οἵ μʼ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν. νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατʼ Οὐλύμπου τόδʼ ἱκάνω, μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι, νῶϊ δʼ ἄγʼ ἐν φιλότητι τραπείομεν εὐνηθέντε. οὐ γάρ πώ ποτέ μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν, οὐδʼ ὁπότʼ ἠρασάμην Ἰξιονίης ἀλόχοιο, ἣ τέκε Πειρίθοον θεόφιν μήστωρʼ ἀτάλαντον· οὐδʼ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης, ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν· οὐδʼ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο,

İlyada ·Kitap 14 ·302-321

· · ·



τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον δῶρα μὲν οὐκέτʼ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι· ἀλλʼ ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα ἔλθωσʼ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος. εἰ δʼ ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων. Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω, αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς· κηρύκων δʼ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμʼ ἑπέσθων. φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε, ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθʼ, αἴ κʼ ἐλεήσῃ. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν. αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός, ὁρμῶντʼ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο. τοῖσι δὲ πόλλʼ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα,

İlyada ·Kitap 9 ·161-180

· · ·



ὣς ἔφατʼ· εἰσὶ καὶ οἵδε τάδʼ εἰπέμεν, οἵ μοι ἕποντο, Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω. Φοῖνιξ δʼ αὖθʼ ὃ γέρων κατελέξατο, ὡς γὰρ ἀνώγει, ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται αὔριον, ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξει. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσε. δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν· ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα μυρία δῶρα διδούς· ὃ δʼ ἀγήνωρ ἐστὶ καὶ ἄλλως· νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας. ἀλλʼ ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν ἦ κε μένῃ· τότε δʼ αὖτε μαχήσεται ὁππότε κέν μιν θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·

İlyada ·Kitap 9 ·685-704

· · ·



τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ· νὺξ δὲ μάλα δνοφερὴ κάτεχʼ οὐρανόν, οὐδέ τις ἡμέας ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας. αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ, αὐτίκʼ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα· τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί. ἀλλʼ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο πόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι. κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός. σπουδῇ δʼ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,

Odysseia ·Kitap 13 ·261-280

· · ·



τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς. νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις, Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο, οὔ τι περιπληθὴς λίην τόσον, ἀλλʼ ἀγαθὴ μέν, εὔβοτος, εὔμηλος, οἰνοπληθής, πολύπυρος. πείνη δʼ οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν· ἀλλʼ ὅτε γηράσκωσι πόλιν κάτα φῦλʼ ἀνθρώπων, ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν. ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται· τῇσιν δʼ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε, Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν. ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες, τρῶκται, μυρίʼ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ. ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσʼ ἐνὶ οἴκῳ, καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα· τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον. πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ

Odysseia ·Kitap 15 ·401-420

· · ·



ἦ τοι ὁ καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει, ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε. εὗρε δʼ ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζας ἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρʼ ἀμφεπένοντο. οἱ μὲν ἄρʼ ἐς θῶκον πρόμολον, δήμοιό τε φῆμιν, ἡ δʼ αἶψα τρίʼ ἄλεισα κατακρύψασʼ ὑπὸ κόλπῳ ἔκφερεν· αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι. δύσετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί· ἡμεῖς δʼ ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες, ἔνθʼ ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς. οἱ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα, νὼ ἀναβησάμενοι· ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν. ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ· ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων, τὴν μὲν ἔπειτα γυναῖκα βάλʼ Ἄρτεμις ἰοχέαιρα, ἄντλῳ δʼ ἐνδούπησε πεσοῦσʼ ὡς εἰναλίη κήξ. καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι

Odysseia ·Kitap 15 ·461-480

· · ·



αὐτὸν δʼ ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο λισσόμενοι δειπνῆσαι· ὃ δʼ ἠρνεῖτο στεναχίζων· λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθʼ ἑταίρων, μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος ἄσασθαι φίλον ἦτορ, ἐπεί μʼ ἄχος αἰνὸν ἱκάνει· δύντα δʼ ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης. ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας, δοιὼ δʼ Ἀτρεΐδα μενέτην καὶ δῖος Ὀδυσσεὺς Νέστωρ Ἰδομενεύς τε γέρων θʼ ἱππηλάτα Φοῖνιξ τέρποντες πυκινῶς ἀκαχήμενον· οὐδέ τι θυμῷ τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος. μνησάμενος δʼ ἁδινῶς ἀνενείκατο φώνησέν τε· ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθʼ ἑταίρων αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατʼ Ἀχαιοὶ Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα. νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ ἄκμηνον πόσιος καὶ ἐδητύος, ἔνδον ἐόντων,

İlyada ·Kitap 19 ·301-320