TR EN AR
← جميع الأسماء

Olymposlu

Kavimler ve topluluklar — kg_varlik (run_id=6)

43 مقطع · topluluk
يُعرف بـ

Ὀλύμπιος



αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος, οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει· οὔτε γάρ ἔστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων, ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις, αὐτὰρ ὅ γʼ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπʼ αὐτῆς. αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει· ἐς δʼ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε· δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν, δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι; αἰνῶς γάρ μʼ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε κεῖσʼ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν. ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ·

İlyada ·Kitap 24 ·181-200

· · ·



θυγατέρες δʼ ἀνὰ δώματʼ ἰδὲ νυοὶ ὠδύροντο τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες. στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα· θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει· οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδʼ ἱκάνω ἀλλʼ ἀγαθὰ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι, ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει. λύσασθαί σʼ ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον, δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ. κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.

İlyada ·Kitap 24 ·161-180

· · ·

Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι ἤδη ἰὸν ἐνὶ στήθεσσι βαλοῦσʼ ἐκ θυμὸν ἕλοιο αὐτίκα νῦν, ἢ ἔπειτα μʼ ἀναρπάξασα θύελλα οἴχοιτο προφέρουσα κατʼ ἠερόεντα κέλευθα, ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο. ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι· τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ· Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή, ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι. εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον, κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα, μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν· ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες, ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα

Odysseia ·Kitap 20 ·61-80

· · ·



τὼ ἔχεθʼ ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ. ἤδη γὰρ νῦν ἔλπομʼ Ἄρηΐ γε πῆμα τετύχθαι· υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης. ὣς ἔφατʼ, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα· μὴ νῦν μοι νεμεσήσετʼ Ὀλύμπια δώματʼ ἔχοντες τίσασθαι φόνον υἷος ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν, εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ κεῖσθαι ὁμοῦ νεκύεσσι μεθʼ αἵματι καὶ κονίῃσιν. ὣς φάτο, καί ῥʼ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε ζευγνύμεν, αὐτὸς δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.

İlyada ·Kitap 15 ·101-120

· · ·



εἰ κεῖνόν γε ἴδοιμι κατελθόντʼ Ἄϊδος εἴσω φαίην κε φρένʼ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι. ὣς ἔφαθʼ, ἣ δὲ μολοῦσα ποτὶ μέγαρʼ ἀμφιπόλοισι κέκλετο· ταὶ δʼ ἄρʼ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς. αὐτὴ δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα, ἔνθʼ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον, τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν· τῶν ἕνʼ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ, ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος, ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων. βῆ δʼ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί. αἱ δʼ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ, τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο· τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.

İlyada ·Kitap 6 ·281-300

· · ·



νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι ἀκλέα ἐκ μεγάρων, οὐδʼ ὁρμηθέντος ἄκουσα. σχέτλιαι, οὐδʼ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη ἐκ λεχέων μʼ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ, ὁππότʼ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν. εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα, τῷ κε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο, ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν. ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα, δμῶʼ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ, καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ, εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν

Odysseia ·Kitap 4 ·721-740

· · ·



ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα, πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον. ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι ὅς τις δὴ πρῶτος βροτόεντʼ ἀνδράγριʼ Ἀχαιῶν ἤρατʼ, ἐπεί ῥʼ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος. Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων· Φάλκην δʼ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε· Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα, Τεῦκρος δὲ Προθόωνά τʼ ἐνήρατο καὶ Περιφήτην· Ἀτρεΐδης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν οὖτα κατὰ λαπάρην, διὰ δʼ ἔντερα χαλκὸς ἄφυσσε δῃώσας· ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν ἔσσυτʼ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε. πλείστους δʼ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός· οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν

İlyada ·Kitap 14 ·502-521

· · ·



ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή, πέμψαι ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον· καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· βάσκʼ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν· ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο πάντα μάλʼ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω· θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται. ὣς φάτο, βῆ δʼ ἄρʼ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε· καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν, βῆ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν εὕδοντʼ ἐν κλισίῃ, περὶ δʼ ἀμβρόσιος κέχυθʼ ὕπνος. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς

İlyada ·Kitap 2 ·1-20

· · ·



ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ· τόφρα δʼ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρʼ ἂν Ἀχαιοὶ υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ. ὣς φάτο· τὴν δʼ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς, ἀλλʼ ἀκέων δὴν ἧστο· Θέτις δʼ ὡς ἥψατο γούνων ὣς ἔχετʼ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις· νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον ἢ ἀπόειπʼ, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρʼ ἐῢ εἰδέω ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι. τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· ἦ δὴ λοίγια ἔργʼ ὅ τέ μʼ ἐχθοδοπῆσαι ἐφήσεις Ἥρῃ ὅτʼ ἄν μʼ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν· ἣ δὲ καὶ αὔτως μʼ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι

İlyada ·Kitap 1 ·501-520

· · ·



εἰ δʼ οὕτω τοῦτʼ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι· ἀλλʼ ἀκέουσα κάθησο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ, μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ ἆσσον ἰόνθʼ, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω. ὣς ἔφατʼ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη, καί ῥʼ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ· ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες· τοῖσιν δʼ Ἥφαιστος κλυτοτέχνης ἦρχʼ ἀγορεύειν μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ· ἦ δὴ λοίγια ἔργα τάδʼ ἔσσεται οὐδʼ ἔτʼ ἀνεκτά, εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε, ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ. μητρὶ δʼ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε νεικείῃσι πατήρ, σὺν δʼ ἡμῖν δαῖτα ταράξῃ. εἴ περ γάρ κʼ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς

İlyada ·Kitap 1 ·561-580

· · ·

Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖʼ Ἀγαμέμνων· τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος· εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο· οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε· νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι, ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει. θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθη αἱρείτω εὖτʼ ἄν σε μελίφρων ὕπνος ἀνήῃ. ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἅ ῥʼ οὐ τελέεσθαι ἔμελλον· φῆ γὰρ ὅ γʼ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα· θήσειν γὰρ ἔτʼ ἔμελλεν ἐπʼ ἄλγεά τε στοναχάς τε Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας.

İlyada ·Kitap 2 ·21-40

· · ·



ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν ὄπτʼ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν, ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι· φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ, χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος. Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή, ὅσσα τάδʼ ἄσπετα πολλά· σέβας μʼ ἔχει εἰσορόωντα. τοῦ δʼ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος, καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· τέκνα φίλʼ, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι· ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματʼ ἔασιν· ἀνδρῶν δʼ ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί,

Odysseia ·Kitap 4 ·61-80

· · ·



ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν, θῆκε δʼ ἐπὶ νευρῇ· τὸν δʼ αὖ κορυθαίολος Ἕκτωρ αὐερύοντα παρʼ ὦμον, ὅθι κληῒς ἀποέργει αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι, τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι, ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ, στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός. Αἴας δʼ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος, ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε. τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα. ἂψ δʼ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν· οἳ δʼ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς· Ἕκτωρ δʼ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων. ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει,

İlyada ·Kitap 8 ·321-340

· · ·



τὸν δʼ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα· ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας· Ζεὺς δʼ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν, ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ· καί που σοὶ τάδʼ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης. νῦν δʼ, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις, οὔτʼ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου, ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα. ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν. Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν, εἰμὶ δʼ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο, τοῦ δʼ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε. ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε· στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι; ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν;

Odysseia ·Kitap 6 ·181-200

· · ·



ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων, εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις, κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσι τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο. τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· Τηλέμαχʼ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα. ὑμετέρου δʼ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο ἐν δήμῳ Ἰθάκης, ἀλλʼ ὑμεῖς καρτεροὶ αἰεί. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη· τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι. ἦ καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον· Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα

Odysseia ·Kitap 15 ·521-540

· · ·



πολλὰ γὰρ ἄλγεʼ ἔχει πατρὸς πάϊς οἰχομένοιο ἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν, ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι εἴσʼ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα. τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος· ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ ἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους· καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς. καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα, ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας, αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ. καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέας ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε, πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.

Odysseia ·Kitap 4 ·161-180

· · ·



οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι· οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται, πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο. ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ νῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους εἶμʼ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε οὐδʼ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα, πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους, οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι. ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη φήνῃ εἰδομένη· θάμβος δʼ ἕλε πάντας ἰδόντας. θαύμαζεν δʼ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς· Τηλεμάχου δʼ ἕλε χεῖρα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι, εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται. οὐ μὲν γάρ τις ὅδʼ ἄλλος Ὀλύμπια δώματʼ ἐχόντων, ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια, ἥ τοι καὶ πατέρʼ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα. ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,

Odysseia ·Kitap 3 ·361-380

· · ·



ἦ τʼ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη. οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδʼ ἔτι καλῶς οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί, ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους, οἳ περιναιετάουσι· θεῶν δʼ ὑποδείσατε μῆνιν, μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα. λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος, ἥ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει· σχέσθε, φίλοι, καί μʼ οἶον ἐάσατε πένθεϊ λυγρῷ τείρεσθʼ, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς δυσμενέων κάκʼ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς, τῶν μʼ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες, τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε. εἴ χʼ ὑμεῖς γε φάγοιτε, τάχʼ ἄν ποτε καὶ τίσις εἴη· τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ χρήματʼ ἀπαιτίζοντες, ἕως κʼ ἀπὸ πάντα δοθείη· νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ. ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ

Odysseia ·Kitap 2 ·61-80

· · ·



ἀλλʼ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθʼ ἐόντας, Αἰθίοπας τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν, οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δʼ ἀνιόντος, ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης. ἔνθʼ ὅ γʼ ἐτέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοι Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν. τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε· μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο, τόν ῥʼ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκτανʼ Ὀρέστης· τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεʼ ἀθανάτοισι μετηύδα· ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται· ἐξ ἡμέων γάρ φασι κάκʼ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν, ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο γῆμʼ ἄλοχον μνηστήν, τὸν δʼ ἔκτανε νοστήσαντα, εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς, Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην, μήτʼ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν· ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,

Odysseia ·Kitap 1 ·21-40

· · ·



ἐκ δʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος· ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη, ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε· δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματʼ ἔχοντες· οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. ἀλλʼ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς λέξομαι· ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶ ἦτορ. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· δαιμόνιʼ, οὔτʼ ἄρ τι μεγαλίζομαι οὔτʼ ἀθερίζω οὔτε λίην ἄγαμαι, μάλα δʼ εὖ οἶδʼ οἷος ἔησθα ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο. ἀλλʼ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια, ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥʼ αὐτὸς ἐποίει· ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετʼ εὐνήν, κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα. ὣς ἄρʼ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺς

Odysseia ·Kitap 23 ·162-181