TR EN AR
← جميع الأسماء

Laomedon

Kavimler ve topluluklar — kg_varlik (run_id=6)

8 مقطع · topluluk
يُعرف بـ

Λαομέδων



ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα εὐρύ τε καὶ μάλα καλόν, ἵνʼ ἄρρηκτος πόλις εἴη· Φοῖβε σὺ δʼ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης. ἀλλʼ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα Λαομέδων ἔκπαγλος, ἀπειλήσας δʼ ἀπέπεμπε. σὺν μὲν ὅ γʼ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων· στεῦτο δʼ ὅ γʼ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ. νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε. τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθʼ ἡμέων πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι

İlyada ·Kitap 21 ·441-460

· · ·



εἰ γάρ κʼ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων, οὐκ ἔσθʼ ὅς κέ σʼ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ, οὐδʼ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν, ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γʼ ἔτραφεν ἐσθλοί. ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ ἕζετʼ, ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατʼ ἔειπε. Μηριόνης δʼ ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους. ἂν δʼ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο· πάλλʼ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο Ἀντιλόχου· μετὰ τὸν δʼ ἔλαχε κρείων Εὔμηλος· τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος, τῷ δʼ ἐπὶ Μηριόνης λάχʼ ἐλαυνέμεν· ὕστατος αὖτε Τυδεΐδης ὄχʼ ἄριστος ἐὼν λάχʼ ἐλαυνέμεν ἵππους. στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματʼ Ἀχιλλεὺς τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο,

İlyada ·Kitap 23 ·341-360

· · ·



δεῖσε δʼ ὅ γʼ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων, οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχεʼ ἔχοντες, οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη. ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην· Τληπόλεμον δʼ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε ὦρσεν ἐπʼ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες υἱός θʼ υἱωνός τε Διὸς νεφεληγερέταο, τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε· Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη πτώσσειν ἐνθάδʼ ἐόντι μάχης ἀδαήμονι φωτί; ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων· ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα· ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος

İlyada ·Kitap 5 ·621-640

· · ·



Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ· ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ, ἣ δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε. καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα Μηκιστηϊάδης καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα. Ἀστύαλον δʼ ἄρʼ ἔπεφνε μενεπτόλεμος Πολυποίτης· Πιδύτην δʼ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν ἔγχεϊ χαλκείῳ, Τεῦκρος δʼ Ἀρετάονα δῖον. Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας Πήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρως φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν. Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην

İlyada ·Kitap 6 ·21-40

· · ·



τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς δῶχʼ υἷος ποινὴν Γανυμήδεος, οὕνεκʼ ἄριστοι ἵππων ὅσσοι ἔασιν ὑπʼ ἠῶ τʼ ἠέλιόν τε, τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους· τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη. τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλʼ ἐπὶ φάτνῃ, τὼ δὲ δύʼ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο. εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, τὼ δὲ τάχʼ ἐγγύθεν ἦλθον ἐλαύνοντʼ ὠκέας ἵππους. τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός· καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ ἦ μάλα σʼ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός· νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι. ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος

İlyada ·Kitap 5 ·261-280

· · ·



ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί· οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων. τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων· Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπʼ ἀπείρονα γαῖαν ὅς τις ἔτʼ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει; οὐχ ὁράᾳς ὅτι δʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας; τοῦ δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς· τοῦ δʼ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες. ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα, ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε· σὸν δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς. ἄγρει μὰν ὅτʼ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν

İlyada ·Kitap 7 ·441-460

· · ·



οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι ἐλθόντʼ ἐκ Λυκίης, οὐδʼ εἰ μάλα καρτερός ἐσσι, ἀλλʼ ὑπʼ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν. τὸν δʼ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα· Τληπόλεμʼ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος, ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ, οὐδʼ ἀπέδωχʼ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε. σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ. ὣς φάτο Σαρπηδών, ὃ δʼ ἀνέσχετο μείλινον ἔγχος Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ ἐκ χειρῶν ἤϊξαν· ὃ μὲν βάλεν αὐχένα μέσσον Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθʼ ἀλεγεινή· τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε. Τληπόλεμος δʼ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ

İlyada ·Kitap 5 ·641-660

· · ·



τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων, ἵππῳ δʼ εἰσάμενος παρελέξατο κυανοχαίτῃ· αἳ δʼ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους. αἳ δʼ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν, ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων· ἀλλʼ ὅτε δὴ σκιρτῷεν ἐπʼ εὐρέα νῶτα θαλάσσης, ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον. Τρῶα δʼ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα· Τρωὸς δʼ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο Ἶλός τʼ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης, ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων· τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν κάλλεος εἵνεκα οἷο ἵνʼ ἀθανάτοισι μετείη. Ἶλος δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Λαομέδοντα· Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος· Ἀσσάρακος δὲ Κάπυν, ὃ δʼ ἄρʼ Ἀγχίσην τέκε παῖδα· αὐτὰρ ἔμʼ Ἀγχίσης, Πρίαμος δʼ ἔτεχʼ Ἕκτορα δῖον.

İlyada ·Kitap 20 ·221-240