…
ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω· εἰ δʼ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς· τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετʼ ἀθανάτοισι μέγιστον τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλὸν οὐδʼ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω. ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων· ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον. τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα εἰς ἅλα ἆλτο βαθεῖαν ἀπʼ αἰγλήεντος Ὀλύμπου, Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δʼ ἅμα πάντες ἀνέσταν ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη μεῖναι ἐπερχόμενον, ἀλλʼ ἀντίοι ἔσταν ἅπαντες. ὣς ὃ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη ἠγνοίησεν ἰδοῦσʼ ὅτι οἱ συμφράσσατο βουλὰς ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος. αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα· τίς δʼ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;
İlyada
·Kitap 1
·521-540
· · ·
…
ὃς μέν τʼ αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας, τὸν δὲ μέγʼ ὤνησαν καί τʼ ἔκλυον εὐχομένοιο· ὃς δέ κʼ ἀνήνηται καί τε στερεῶς ἀποείπῃ, λίσσονται δʼ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι τῷ ἄτην ἅμʼ ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ. ἀλλʼ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι τιμήν, ἥ τʼ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν. εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δʼ ὄπισθʼ ὀνομάζοι Ἀτρεΐδης, ἀλλʼ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι, οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης· νῦν δʼ ἅμα τʼ αὐτίκα πολλὰ διδοῖ τὰ δʼ ὄπισθεν ὑπέστη, ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ φίλτατοι Ἀργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς μηδὲ πόδας· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι. οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν
İlyada
·Kitap 9
·505-524
· · ·
…
αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν, εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον, ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων. οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης, ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα· βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης. ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει, ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες· οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους. ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι. τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο, οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι. καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο. ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις,
Odysseia
·Kitap 8
·281-300
· · ·
…
ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, Ἀχαιοί, Τηλεμάχου· μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει. οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδη παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν. ὣς ἔφατʼ Ἀντίνοος· ὁ δʼ ἄρʼ οὐκ ἐμπάζετο μύθων. κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην ἦγον· τοὶ δʼ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος. οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο, μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα·
Odysseia
·Kitap 20
·261-280
· · ·
…
νῦν δʼ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι εἶεν, ἵνʼ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί. τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι, κλαγγὴ δʼ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός· ἄξεθʼ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω τηλεδαπῷ· πρὸς δʼ αὐτοὶ ὀνησόμεθʼ, οἵ περ ὀϊζὺν δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʼ ἀργιοδόντων· ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν. ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ, οἱ δʼ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον. τὸν μὲν ἔπειτʼ ἔστησαν ἐπʼ ἐσχάρῃ· οὐδὲ συβώτης
Odysseia
·Kitap 14
·401-420
· · ·
…
Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν· ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ, ἐν δὲ θεείου πλῆτο· πέσον δʼ ἐκ νηὸς ἅπαντες. οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν κύμασιν ἐμφορέοντο· θεὸς δʼ ἀποαίνυτο νόστον. αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ, ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι. τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν. ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον. ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων ἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον, χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός· ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.
Odysseia
·Kitap 14
·301-320
· · ·
…
ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν· πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον. Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν· εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας, ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί, πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δʼ ἐπʼ ἀγροῦ. ἀλλʼ ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων, Ἀντίνοος· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα, οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων, ἀλλʼ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων, ὄφρʼ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας. νῦν δʼ ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν σῶν· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον, ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι, τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος, χαλκόν τε χρυσόν τʼ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ ἰανθῇ· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
Odysseia
·Kitap 22
·41-60
· · ·
…
Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα πολλὰ κελεύων· ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε, ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας· αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται· φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή. ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι. τόν ῥα κατʼ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων· ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός, νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε· δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
İlyada
·Kitap 5
·521-540
· · ·
…
τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ἔσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις. Τρῶας δʼ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων, πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι ἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν. ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος· καὶ τότʼ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης· ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς εἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλʼ ἐπέτελλε Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ δείελος ὀψὲ δύων, σκιάσῃ δʼ ἐρίβωλον ἄρουραν. ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ κρημνοῦ ἀπαΐξας· ὃ δʼ ἐπέσσυτο οἴδματι θύων, πάντα δʼ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος χέρσον δέ· ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα, κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι. δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα,
İlyada
·Kitap 21
·221-240
· · ·
…
τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε· Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον; ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους, ἦ ἐπʼ ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι Αἴαντές τε δύω Τεῦκρός θʼ, ὃς ἄριστος Ἀχαιῶν τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ· οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν. αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν.
İlyada
·Kitap 13
·301-320
· · ·
Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα· αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν· ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων, οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται. ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ, εἰ σὺ κελεύεις· βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει, ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη ὀλλύντʼ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων· οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα, ἤματι τῷ ὅτʼ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος· ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω χωομένης, οὐδʼ εἴ κε τὰ νείατα πείραθʼ ἵκηαι γαίης καὶ πόντοιο, ἵνʼ Ἰάπετός τε Κρόνος τε ἥμενοι οὔτʼ αὐγῇς Ὑπερίονος Ἠελίοιο
İlyada
·Kitap 8
·461-480
· · ·
…
φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος, αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι. τίκτέ μʼ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι Πηλεὺς Αἰακίδης· ὃ δʼ ἄρʼ Αἰακὸς ἐκ Διὸς ἦεν. τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων, κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται. καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι χραισμεῖν· ἀλλʼ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι, τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει, οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο, ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν· ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν δεινήν τε βροντήν, ὅτʼ ἀπʼ οὐρανόθεν σμαραγήσῃ. ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος,
İlyada
·Kitap 21
·181-200
· · ·
…
κοιμήσαντʼ ἄρʼ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο.
İlyada
·Kitap 7
·481-482
· · ·
…
οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς. ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα, ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι· τὼ νῦν μήτʼ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ. τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων· Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν ἐκ Τροίης, ἀλλʼ αὖθι κυνῶν μέλπηθρα γένοιτο, ὅς τις ἐπʼ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι. ἀλλʼ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δʼ ἅμα χρὴ σπεύδειν, αἴ κʼ ὄφελός τι γενώμεθα καὶ δύʼ ἐόντε. συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν, νῶϊ δὲ καί κʼ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι. ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν· Ἰδομενεὺς δʼ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε
İlyada
·Kitap 13
·221-240
· · ·
…
Μηριόνης δʼ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος· Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθʼ ἑταίρων τίπτʼ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα; ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή, ἦέ τευ ἀγγελίης μετʼ ἔμʼ ἤλυθες; οὐδέ τοι αὐτὸς ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι. τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα· Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων, ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· δούρατα δʼ αἴ κʼ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις
İlyada
·Kitap 13
·241-260
· · ·
…
εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέʼ ἀμοιβήν, δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω. τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· Ἠέλιʼ, ἦ τοι μὲν σὺ μετʼ ἀθανάτοισι φάεινε καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν· τῶν δέ κʼ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ. ταῦτα δʼ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο· ἡ δʼ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχος εὑρέμεναι δυνάμεσθα, βόες δʼ ἀποτέθνασαν ἤδη. τοῖσιν δʼ αὐτίκʼ ἔπειτα θεοὶ τέραα προύφαινον· εἷρπον μὲν ῥινοί, κρέα δʼ ἀμφʼ ὀβελοῖσι μεμύκει, ὀπταλέα τε καὶ ὠμά, βοῶν δʼ ὣς γίγνετο φωνή. ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι δαίνυντʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας· ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων, καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,
Odysseia
·Kitap 12
·381-400
· · ·
…
ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς, πάντοσʼ ἀτυζομένων· ὁ δʼ ἐρεμνῇ νυκτὶ ἐοικώς, γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν, δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς. σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο, ἄρκτοι τʼ ἀγρότεροί τε σύες χαροποί τε λέοντες, ὑσμῖναί τε μάχαι τε φόνοι τʼ ἀνδροκτασίαι τε. μὴ τεχνησάμενος μηδʼ ἄλλο τι τεχνήσαιτο, ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ. ἔγνω δʼ αὖτʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν, καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, ἆ δείλʼ, ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις, ὅν περ ἐγὼν ὀχέεσκον ὑπʼ αὐγὰς ἠελίοιο. Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀιζὺν
Odysseia
·Kitap 11
·601-620
· · ·
…
καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτʼ ἀνεκτὰ πέλονται· ἀλλʼ ἔτι τὸν δύστηνον ὀΐομαι, εἴ ποθεν ἐλθὼν ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· βουκόλʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας, γιγνώσκω δὲ καὶ αὐτὸς ὅ τοι πινυτὴ φρένας ἵκει, τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι· ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω, ἦ σέθεν ἐνθάδʼ ἐόντος ἐλεύσεται οἴκαδʼ Ὀδυσσεύς· σοῖσιν δʼ ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κʼ ἐθέλῃσθα, κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν. τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ· αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων· γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται. ὣς δʼ αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
Odysseia
·Kitap 20
·221-240
· · ·
…
νηὶ δʼ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ· αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι, ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδʼ ἄρʼ ἔμελλεν ἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθʼ ἀφραδίῃσιν. ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ, τῇ δεκάτῃ δʼ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα, καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες· ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα, αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ δῶχʼ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν· οἱ δʼ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον, καί μʼ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδʼ ἄγεσθαι δῶρα παρʼ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν ἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται. πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ
Odysseia
·Kitap 10
·21-40
· · ·
…
ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθες, οὐκ ἐθελήσεις ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον βούλεαι, ὄφρʼ ἄν ἔχῃς βόσκειν σὴν γαστέρʼ ἄναλτον. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Εὐρύμαχʼ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται, ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι, καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη. εἰ δʼ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι, αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης, ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν, τετράγυον δʼ εἴη, εἴκοι δʼ ὑπὸ βῶλος ἀρότρῳ· τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην. εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα, τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα, οὐδʼ ἄν μοι τὴν γαστέρʼ ὀνειδίζων ἀγορεύοις.
Odysseia
·Kitap 18
·361-380