TR EN AR
← جميع الأسماء

Aiguptios

Kavimler ve topluluklar — kg_varlik (run_id=6)

9 مقطع · topluluk
يُعرف بـ

Αἰγύπτιος



τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν, Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο, Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται· ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους, δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα. χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα· χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο. τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷ ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα. ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν. αὐτίκα δʼ ἥ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα· ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ; ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.

Odysseia ·Kitap 4 ·121-140

· · ·



ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δʼ ἄγειρα χρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες. ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν, δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς, τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει· ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼ ἱκόμεσθα Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο. ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν. ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι, ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι, κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο. τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ. ἡ δʼ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ, μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετʼ ὄλεθρον.

Odysseia ·Kitap 14 ·281-300

· · ·



οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη μεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη. ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ, τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ. αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα ποίησʼ ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν αὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμʼ ὑπέδεκτο αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα καὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός· αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων καὶ κύσα γούναθʼ ἑλών· ὁδʼ ἐρύσατο καί μʼ ἐλέησεν, ἐς δίφρον δέ μʼ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.

Odysseia ·Kitap 14 ·261-280

· · ·



κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο, οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι, ἔργα δʼ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι· οὐδέ μιν ὧς γαμέω· ὃ δʼ Ἀχαιῶν ἄλλον ἑλέσθω, ὅς τις οἷ τʼ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν. ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδʼ ἵκωμαι, Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός. πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀνʼ Ἑλλάδα τε Φθίην τε κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται, τάων ἥν κʼ ἐθέλωμι φίλην ποιήσομʼ ἄκοιτιν. ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς·

İlyada ·Kitap 9 ·381-400

· · ·



αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς. οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα. αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο, βῆ ῥʼ ἴμεν εἰς ἀγορήν, παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος, οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο. θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη. τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο· ἕζετο δʼ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες. τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχʼ ἀγορεύειν, ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη. καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμʼ ἀντιθέῳ Ὀδυσῆι Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν, Ἄντιφος αἰχμητής· τὸν δʼ ἄγριος ἔκτανε Κύκλωψ ἐν σπῆι γλαφυρῷ, πύματον δʼ ὡπλίσσατο δόρπον.

Odysseia ·Kitap 2 ·1-20

· · ·



ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων ἤθελε γάρ που ὅς μʼ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδόν, ὄφρʼ ἀπολοίμην. στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας. ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι, ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι. οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ, αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα, αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή. οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη στῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη. ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,

Odysseia ·Kitap 17 ·421-440

· · ·



ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη, οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν, οὐδʼ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε, οὐδʼ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν χαλκῷ δηιόῳεν, ὁ δʼ ὀφθαλμοῖσιν ὁρῷτο. τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα, ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά· ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων ἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης. αὐτὰρ ἐπεί ῥʼ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι, ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν· Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε ἀνδρῶν ἐσθλῶν παῖδες· ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα· ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι καὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω. πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,

Odysseia ·Kitap 4 ·221-240

· · ·



ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων· τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω. πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσης πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς· τὸν δέ τʼ ἐμόν φασιν πατέρʼ ἔμμεναι ἠδὲ τεκέσθαι. τόν γʼ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι, ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα. καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κʼ ἐθέλῃσθα, ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκται οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος, μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται· ἀργαλέος γάρ τʼ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων· τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω. ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,

Odysseia ·Kitap 4 ·381-400

· · ·



ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον, Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς, Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς καὶ Λιβύην, ἵνα τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι. τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν. ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος, ἀλλʼ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι. ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο· ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω. καὶ πατέρων τάδε μέλλετʼ ἀκουέμεν, οἵ τινες ὑμῖν εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά. ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν ναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι, οἳ τότʼ ὄλοντο Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο. ἀλλʼ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων

Odysseia ·Kitap 4 ·81-100