TR EN AR
← Tüm İsimler

Akhaiikos

Kavimler ve topluluklar — kg_varlik (run_id=6)

7 pasaj · topluluk
Bu isimler geçer

Ἀχαιικός



ὃς μέν τʼ αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας, τὸν δὲ μέγʼ ὤνησαν καί τʼ ἔκλυον εὐχομένοιο· ὃς δέ κʼ ἀνήνηται καί τε στερεῶς ἀποείπῃ, λίσσονται δʼ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι τῷ ἄτην ἅμʼ ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ. ἀλλʼ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι τιμήν, ἥ τʼ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν. εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δʼ ὄπισθʼ ὀνομάζοι Ἀτρεΐδης, ἀλλʼ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι, οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης· νῦν δʼ ἅμα τʼ αὐτίκα πολλὰ διδοῖ τὰ δʼ ὄπισθεν ὑπέστη, ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ φίλτατοι Ἀργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς μηδὲ πόδας· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι. οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν

İlyada ·Kitap 9 ·505-524

· · ·



σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει, τῶν ἀνδρῶν γενεῆς οἵ θʼ αἵματος ἐξ ἐμεῦ εἰσί. τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· ψευστήσεις, οὐδʼ αὖτε τέλος μύθῳ ἐπιθήσεις. εἰ δʼ ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον, ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν ὅς κεν ἐπʼ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης. ὣς ἔφατο· Ζεὺς δʼ οὔ τι δολοφροσύνην ἐνόησεν, ἀλλʼ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη. Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο, καρπαλίμως δʼ ἵκετʼ Ἄργος Ἀχαιικόν, ἔνθʼ ἄρα ᾔδη ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο. ἣ δʼ ἐκύει φίλον υἱόν, ὃ δʼ ἕβδομος ἑστήκει μείς· ἐκ δʼ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα, Ἀλκμήνης δʼ ἀπέπαυσε τόκον, σχέθε δʼ Εἰλειθυίας. αὐτὴ δʼ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα·

İlyada ·Kitap 19 ·101-120

· · ·

Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι, αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν. εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης γαμβρός κέν οἱ ἔοις· τίσει δέ σε ἶσον Ὀρέστῃ, ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ. τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα, τάων ἥν κʼ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι πρὸς οἶκον Πηλῆος· ὃ δʼ αὖτʼ ἐπὶ μείλια δώσει πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί· ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν. πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος· ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται, οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας. ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο. εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον

İlyada ·Kitap 9 ·281-300

· · ·



οἶσθʼ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται. τὴν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων· Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες· ἐσθλὸν καὶ τὸ τέτυκται ὅτʼ ἄγγελος αἴσιμα εἰδῇ. ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει ὁππότʼ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν. ἀλλʼ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω· ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ· αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδʼ ἐθελήσει ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν, ἴστω τοῦθʼ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται. ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος, δῦνε δὲ πόντον ἰών, πόθεσαν δʼ ἥρωες Ἀχαιοί. καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·

İlyada ·Kitap 15 ·201-220

· · ·



νῦν δʼ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι Νέστορʼ, ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων· τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένεʼ ἀνδρῶν· ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι. ὦ Νέστορ Νηληϊάδη, σὺ δʼ ἀληθὲς ἐνίσπες· πῶς ἔθανʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων; ποῦ Μενέλαος ἔην; τίνα δʼ αὐτῷ μήσατʼ ὄλεθρον Αἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω; ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ, ἀλλά πῃ ἄλλῃ πλάζετʼ ἐπʼ ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε; τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω. ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη, εἰ ζωόν γʼ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν Ἀτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος· τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν, ἀλλʼ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐδέ κέ τίς μιν

Odysseia ·Kitap 3 ·241-260

· · ·



τὼ δʼ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά. Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην κυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐδέ τι πάμπαν ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό, ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον. Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα. ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη, ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη. τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε, λάθρῃ δʼ αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς. τοὶ δʼ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο πεῖραρ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροισι τάνυσσαν ἄρρηκτόν τʼ ἄλυτόν τε, τὸ πολλῶν γούνατʼ ἔλυσεν.

İlyada ·Kitap 13 ·341-360

· · ·



τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα, τάων ἥν κʼ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω πρὸς οἶκον Πηλῆος· ἐγὼ δʼ ἐπὶ μείλια δώσω πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί· ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν. πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος· ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται, οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας. ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο. δμηθήτω· Ἀΐδης τοι ἀμείλιχος ἠδʼ ἀδάμαστος, τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων· καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι

İlyada ·Kitap 9 ·141-160