TR EN AR
← جميع الأسماء

Thrinakie

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

3 مقطع · insan
يُعرف بـ

Θρινακίη



νεμεσσῶμαί γε μὲν οὐδέν· καὶ γάρ τίς τʼ ἀλλοῖον ὀδύρεται ἄνδρʼ ὀλέσασα κουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα, ἢ Ὀδυσῆʼ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι. ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον· νημερτέως γάρ τοι μυθήσομαι οὐδʼ ἐπικεύσω ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ, ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ αἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρους ὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ, Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷ Ζεύς τε καὶ Ἠέλιος· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι. οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ· τὸν δʼ ἄρʼ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμʼ ἐπὶ χέρσου, Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν, οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο

Odysseia ·Kitap 19 ·261-280

· · ·



ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν, μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν· ἥ μιν ἔπειτʼ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι. Θρινακίην δʼ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ πολλαὶ βόσκοντʼ Ἠελίοιο βόες καὶ ἴφια μῆλα, ἑπτὰ βοῶν ἀγέλαι, τόσα δʼ οἰῶν πώεα καλά, πεντήκοντα δʼ ἕκαστα. γόνος δʼ οὐ γίγνεται αὐτῶν, οὐδέ ποτε φθινύθουσι. θεαὶ δʼ ἐπιποιμένες εἰσίν, νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε, ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα. τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν, μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς. τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι, ἦ τʼ ἂν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε· εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον, νηί τε καὶ ἑτάροις· αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,

Odysseia ·Kitap 12 ·121-140

· · ·



ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε, αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων, ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον, βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλα Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει. τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι, καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε· εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον, νηί τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς, ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους, νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ, ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες. ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών· αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ,

Odysseia ·Kitap 11 ·101-120