…
ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε βήτην εἰς Ἔρεβος Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν θρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν. Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον· ἀλλά οἱ αὖθι λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι. πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. Πηνέλεως δὲ Λύκων τε συνέδραμον· ἔγχεσι μὲν γὰρ ἤμβροτον ἀλλήλων, μέλεον δʼ ἠκόντισαν ἄμφω· τὼ δʼ αὖτις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲν ἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸν φάσγανον ἐρραίσθη· ὃ δʼ ὑπʼ οὔατος αὐχένα θεῖνε Πηνέλεως, πᾶν δʼ εἴσω ἔδυ ξίφος, ἔσχεθε δʼ οἶον
İlyada
·Kitap 16
·321-340
· · ·
…
τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· Τηλέμαχʼ, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις, ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀίω οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε. ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο. ἷξον δʼ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας, ἔνθʼ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δʼ ἑταῖροι δαῖτʼ ἐντυνόμενοι κρέα τʼ ὤπτων ἄλλα τʼ ἔπειρον. οἱ δʼ ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες, χερσίν τʼ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον. πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ· δῶκε δʼ ἄρα σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν
Odysseia
·Kitap 3
·21-40
· · ·
…
ἕπτʼ ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ κοῦροι ἅμα στεῖχον δολίχʼ ἔγχεα χερσὶν ἔχοντες· κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες· ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος. Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα. οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή· ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον ἐν σοὶ μὲν λήξω, σέο δʼ ἄρξομαι, οὕνεκα πολλῶν λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα. τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι,
İlyada
·Kitap 9
·81-100
· · ·
…
ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ, ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν, οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων, λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος· ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει, Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν, σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης. τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως, πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες. τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ, ὄφρʼ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομʼ Ἀθήνην, ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.
Odysseia
·Kitap 3
·401-420
· · ·
Πηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα. οὐδʼ ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθεν Ἀντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη· ἀλλʼ ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν, αὐτὸς δʼ αὖτʼ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει, στῆ δὲ παρʼ Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα· κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴω νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ· οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο. ἡμεῖς δʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην, ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν. τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας· πάντα κατʼ αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε· ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλʼ ὦκα νεκρὸν ἀείραντες φέρετʼ ἐκ πόνου· αὐτὰρ ὄπισθε νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ
İlyada
·Kitap 17
·701-720
· · ·
…
Περσεὺς δʼ ἀμνίον εἶχε· γέρων δʼ ἱππηλάτα Νέστωρ χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο, πολλὰ δʼ Ἀθήνῃ εὔχετʼ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων. αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης ἤλασεν ἄγχι στάς· πέλεκυς δʼ ἀπέκοψε τένοντας αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δʼ ὀλόλυξαν θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν. οἱ μὲν ἔπειτʼ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης ἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν. τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δʼ ὀστέα θυμός, αἶψʼ ἄρα μιν διέχευαν, ἄφαρ δʼ ἐκ μηρία τάμνον πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν. καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
Odysseia
·Kitap 3
·441-460
· · ·
…
ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης οὔτέ ποτʼ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην· ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θʼ ὅσσον ἄριστοι ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι. οἳ δʼ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ εὔκηλοι πολέμιζον ὑπʼ αἰθέρι, πέπτατο δʼ αὐγὴ ἠελίου ὀξεῖα, νέφος δʼ οὐ φαίνετο πάσης γαίης οὐδʼ ὀρέων· μεταπαυόμενοι δὲ μάχοντο ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα πολλὸν ἀφεσταότες. τοὶ δʼ ἐν μέσῳ ἄλγεʼ ἔπασχον ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ ὅσσοι ἄριστοι ἔσαν· δύο δʼ οὔ πω φῶτε πεπύσθην ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλʼ ἔτʼ ἔφαντο ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι.
İlyada
·Kitap 17
·361-380
· · ·
…
τούτου γʼ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· Τυδεΐδη μήτʼ ἄρ με μάλʼ αἴνεε μήτέ τι νείκει· εἰδόσι γάρ τοι ταῦτα μετʼ Ἀργείοις ἀγορεύεις. ἀλλʼ ἴομεν· μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δʼ ἠώς, ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται. ὣς εἰπόνθʼ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην. Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης φάσγανον ἄμφηκες· τὸ δʼ ἑὸν παρὰ νηῒ λέλειπτο· καὶ σάκος· ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν. Μηριόνης δʼ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην
İlyada
·Kitap 10
·241-260
· · ·
Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης, ἀλλʼ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα· φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα· μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν. ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα· αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν. ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο χαλκῷ παμφαῖνον· ὃ δʼ ἔχʼ ἀσπίδα πατρὸς ἑοῖο. εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, στῆ δʼ ἐκτὸς κλισίης, τάχα δʼ εἴσιδεν ἔργον ἀεικὲς τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε Τρῶας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν. ὡς δʼ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα αὔτως, οὐδʼ ἄρα τε προκυλίνδεται οὐδετέρωσε, πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον, ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν
İlyada
·Kitap 14
·1-20