TR EN AR
← جميع الأسماء

Themis

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

3 مقطع · insan
يُعرف بـ

θέμις · Θέμις



ἣ δʼ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ δέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα, καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· Ἥρη τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας· ἦ μάλα δή σʼ ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης. τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ λευκώλενος Ἥρη· μή με θεὰ Θέμι ταῦτα διείρεο· οἶσθα καὶ αὐτὴ οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής. ἀλλὰ σύ γʼ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης· ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημι πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων. ἣ μὲν ἄρʼ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη,

İlyada ·Kitap 15 ·81-100

· · ·



οὔτέ τις οὖν ποταμῶν ἀπέην νόσφʼ Ὠκεανοῖο, οὔτʼ ἄρα νυμφάων αἵ τʼ ἄλσεα καλὰ νέμονται καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα. ἐλθόντες δʼ ἐς δῶμα Διὸς νεφεληγερέταο ξεστῇς αἰθούσῃσιν ἐνίζανον, ἃς Διὶ πατρὶ Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν. ὣς οἳ μὲν Διὸς ἔνδον ἀγηγέρατʼ· οὐδʼ ἐνοσίχθων νηκούστησε θεᾶς, ἀλλʼ ἐξ ἁλὸς ἦλθε μετʼ αὐτούς, ἷζε δʼ ἄρʼ ἐν μέσσοισι, Διὸς δʼ ἐξείρετο βουλήν· τίπτʼ αὖτʼ ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας; ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις; τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε. τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν

İlyada ·Kitap 20 ·1-20

· · ·



ἦ τʼ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη. οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδʼ ἔτι καλῶς οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί, ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους, οἳ περιναιετάουσι· θεῶν δʼ ὑποδείσατε μῆνιν, μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα. λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος, ἥ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει· σχέσθε, φίλοι, καί μʼ οἶον ἐάσατε πένθεϊ λυγρῷ τείρεσθʼ, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς δυσμενέων κάκʼ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς, τῶν μʼ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες, τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε. εἴ χʼ ὑμεῖς γε φάγοιτε, τάχʼ ἄν ποτε καὶ τίσις εἴη· τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ χρήματʼ ἀπαιτίζοντες, ἕως κʼ ἀπὸ πάντα δοθείη· νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ. ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ

Odysseia ·Kitap 2 ·61-80