…
εἰ κεῖνόν γε ἴδοιμι κατελθόντʼ Ἄϊδος εἴσω φαίην κε φρένʼ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι. ὣς ἔφαθʼ, ἣ δὲ μολοῦσα ποτὶ μέγαρʼ ἀμφιπόλοισι κέκλετο· ταὶ δʼ ἄρʼ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς. αὐτὴ δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα, ἔνθʼ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον, τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν· τῶν ἕνʼ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ, ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος, ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων. βῆ δʼ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί. αἱ δʼ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ, τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο· τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.
İlyada
·Kitap 6
·281-300
· · ·
Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων· Κισσῆς τόν γʼ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον· αὐτὰρ ἐπεί ῥʼ ἥβης ἐρικυδέος ἵκετο μέτρον, αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν· γήμας δʼ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετʼ Ἀχαιῶν σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο. τὰς μὲν ἔπειτʼ ἐν Περκώτῃ λίπε νῆας ἐΐσας, αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει· ὅς ῥα τότʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος, Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας· οὐδʼ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετʼ αἰχμή. καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων ἕλκʼ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δʼ ἄρα χειρὸς σπάσσατο· τὸν δʼ ἄορι πλῆξʼ αὐχένα, λῦσε δὲ γυῖα.
İlyada
·Kitap 11
·221-240
· · ·
…
τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἤλυθʼ ἀκωκή· γνὺξ δʼ ἔριπʼ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε. Πήδαιον δʼ ἄρʼ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν ὅς ῥα νόθος μὲν ἔην, πύκα δʼ ἔτρεφε δῖα Θεανὼ ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ. τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί· ἀντικρὺ δʼ ἀνʼ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός· ἤριπε δʼ ἐν κονίῃ, ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν. Εὐρύπυλος δʼ Εὐαιμονίδης Ὑψήνορα δῖον υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου ἀρητὴρ ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ, τὸν μὲν ἄρʼ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός, πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασʼ ὦμον
İlyada
·Kitap 5
·61-80
· · ·
…
ὣς ἔφατʼ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη. ὣς αἳ μέν ῥʼ εὔχοντο Διὸς κούρῃ μεγάλοιο, Ἕκτωρ δὲ πρὸς δώματʼ Ἀλεξάνδροιο βεβήκει καλά, τά ῥʼ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότʼ ἄριστοι ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες, οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ. ἔνθʼ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δʼ ἄρα χειρὶ ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης.
İlyada
·Kitap 6
·301-320