…
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν εὕδουσʼ ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω. τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων Εὐμήδεος υἱός· τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλʼ ἀτρεκέως καταλέξω. πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί, πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι Μυσοί τʼ ἀγέρωχοι καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί. ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα; εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον Θρήϊκες οἷδʼ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων· ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος. τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους· λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι· ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται· τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι ἤλυθʼ ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν
İlyada
·Kitap 10
·421-440
· · ·
…
αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι, ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχεʼ ἔκειτο, ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας, ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο. εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα, τόφρα δʼ Ἀθήνη ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον· νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς, μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος. ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης, καρπαλίμως δʼ ἵππων ἐπεβήσετο· κόψε δʼ Ὀδυσσεὺς τόξῳ· τοὶ δʼ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν. οὐδʼ ἀλαοσκοπιὴν εἶχʼ ἀργυρότοξος Ἀπόλλων ὡς ἴδʼ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν· τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον, ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὃ δʼ ἐξ ὕπνου ἀνορούσας ὡς ἴδε χῶρον ἐρῆμον, ὅθʼ ἕστασαν ὠκέες ἵπποι,
İlyada
·Kitap 10
·501-520
· · ·
…
ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνιʼ Ἀχιλλεὺς καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν, τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν. αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι, πολλοὶ δʼ Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο, πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ, Ἀργεῖοι δʼ ἐν νηυσὶ φίλην ἐς πατρίδʼ ἔβησαν, δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες. ὅσσοι ἀπʼ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι, Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε
İlyada
·Kitap 12
·1-20
· · ·
…
ὣς ἄρʼ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσʼ ἀείρας θῆκεν ἀνὰ μυρίκην· δέελον δʼ ἐπὶ σῆμά τʼ ἔθηκε συμμάρψας δόνακας μυρίκης τʼ ἐριθηλέας ὄζους, μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν. τὼ δὲ βάτην προτέρω διά τʼ ἔντεα καὶ μέλαν αἷμα, αἶψα δʼ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες. οἳ δʼ εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν καλὰ παρʼ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον τριστοιχί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι. Ῥῆσος δʼ ἐν μέσῳ εὗδε, παρʼ αὐτῷ δʼ ὠκέες ἵπποι ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο. τὸν δʼ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν· οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι, οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς. ἀλλʼ ἄγε δὴ πρόφερε κρατερὸν μένος· οὐδέ τί σε χρὴ ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύʼ ἵππους·
İlyada
·Kitap 10
·461-480