TR EN AR
← جميع الأسماء

Polupoites

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

6 مقطع · insan
يُعرف بـ

Πολυποίτης



Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ· ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ, ἣ δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε. καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα Μηκιστηϊάδης καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα. Ἀστύαλον δʼ ἄρʼ ἔπεφνε μενεπτόλεμος Πολυποίτης· Πιδύτην δʼ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν ἔγχεϊ χαλκείῳ, Τεῦκρος δʼ Ἀρετάονα δῖον. Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας Πήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρως φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν. Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην

İlyada ·Kitap 6 ·21-40

· · ·



ἀλλʼ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης, ὅσσόν τίς τʼ ἔρριψε καλαύροπα βουκόλος ἀνήρ, ἣ δέ θʼ ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας, τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε· τοὶ δὲ βόησαν. ἀνστάντες δʼ ἕταροι Πολυποίταο κρατεροῖο νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον. αὐτὰρ ὃ τοξευτῇσι τίθει ἰόεντα σίδηρον, κὰδ δʼ ἐτίθει δέκα μὲν πελέκεας, δέκα δʼ ἡμιπέλεκκα, ἱστὸν δʼ ἔστησεν νηὸς κυανοπρῴροιο τηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειαν λεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρʼ ἀνώγει τοξεύειν· ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν, πάντας ἀειράμενος πελέκεας οἶκον δὲ φερέσθω· ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών, ἥσσων γὰρ δὴ κεῖνος, ὃ δʼ οἴσεται ἡμιπέλεκκα. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα βίη Τεύκροιο ἄνακτος, ἂν δʼ ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος.

İlyada ·Kitap 23 ·841-860

· · ·



καὶ τότε δή ῥʼ Αἴαντι περιδείσαντες Ἀχαιοὶ παυσαμένους ἐκέλευσαν ἀέθλια ἶσʼ ἀνελέσθαι. αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι. αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος· ἀλλʼ ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς, τὸν δʼ ἄγετʼ ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε. εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί, ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς χρεώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου ποιμὴν οὐδʼ ἀροτὴρ εἶσʼ ἐς πόλιν, ἀλλὰ παρέξει. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μενεπτόλεμος Πολυποίτης, ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο, ἂν δʼ Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός. ἑξείης δʼ ἵσταντο, σόλον δʼ ἕλε δῖος Ἐπειός, ἧκε δὲ δινήσας· γέλασαν δʼ ἐπὶ πάντες Ἀχαιοί.

İlyada ·Kitap 23 ·821-840

· · ·



τῇ ῥʼ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δʼ ἅμʼ ἕποντο ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτʼ Ἀχαιοὺς σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι νήπιοι, ἐν δὲ πύλῃσι δύʼ ἀνέρας εὗρον ἀρίστους υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων, τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην, τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ. τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι, αἵ τʼ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσʼ ἀραρυῖαι· ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο. οἳ δʼ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας ὑψόσʼ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην Ἀσιάδην τʼ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε.

İlyada ·Kitap 12 ·121-140

· · ·



ἔνθʼ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου· οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ αἰχμὴ χαλκείη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα· αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν. υἱὸν δʼ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας. αὖτις δʼ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας διʼ ὁμίλου πλῆξʼ αὐτοσχεδίην· ὃ δʼ ἄρʼ ὕπτιος οὔδει ἐρείσθη· αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ. ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα μαρμαίροντα, τόφρʼ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο, οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας, οἵ ῥʼ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ. ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν

İlyada ·Kitap 12 ·181-200

· · ·



οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν· ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός, τόν ῥʼ ἔτεκεν Ῥήνη ὑπʼ Ὀϊλῆϊ πτολιπόρθῳ. οἳ δʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν, οἵ τʼ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος, τῶν αὖθʼ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε ἰητῆρʼ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων· τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. οἳ δʼ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν, οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα, τῶν ἦρχʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός· τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. οἳ δʼ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο, Ὄρθην Ἠλώνην τε πόλιν τʼ Ὀλοοσσόνα λευκήν, τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης

İlyada ·Kitap 2 ·721-740