…
τοῦ δʼ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας· τῆς δὲ δύω γενόμεσθα, σὺ δʼ ἄμφω δειροτομήσεις, ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί· νῦν δὲ δὴ ἐνθάδʼ ἐμοὶ κακὸν ἔσσεται· οὐ γὰρ ὀΐω σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι· μή με κτεῖνʼ, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι, ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε. ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δʼ ὄπʼ ἄκουσε· νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδʼ ἀγόρευε· πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ
İlyada
·Kitap 21
·81-100
· · ·
…
καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων, τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν. ἀλλʼ εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦ τʼ ἂν ἔπειτα χαλκοῦ τε χρυσοῦ τʼ ἀπολυσόμεθʼ, ἔστι γὰρ ἔνδον· πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης. εἰ δʼ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν, ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα· λαοῖσιν δʼ ἄλλοισι μινυνθαδιώτερον ἄλγος ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς. ἀλλʼ εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς Τρῶας καὶ Τρῳάς, μὴ δὲ μέγα κῦδος ὀρέξῃς Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς. πρὸς δʼ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντʼ ἐλέησον δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ
İlyada
·Kitap 22
·41-60
· · ·
Ἱπποδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρί. αὐτὰρ ὃ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα κούρων ἑλκόντων· γάνυται δέ τε τοῖς ἐνοσίχθων· ὣς ἄρα τόν γʼ ἐρυγόντα λίπʼ ὀστέα θυμὸς ἀγήνωρ· αὐτὰρ ὃ βῆ σὺν δουρὶ μετʼ ἀντίθεον Πολύδωρον Πριαμίδην. τὸν δʼ οὔ τι πατὴρ εἴασκε μάχεσθαι, οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο, καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνων θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν. τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς νῶτα παραΐσσοντος, ὅθι ζωστῆρος ὀχῆες χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ· ἀντικρὺ δὲ διέσχε παρʼ ὀμφαλὸν ἔγχεος αἰχμή, γνὺξ δʼ ἔριπʼ οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψε κυανέη, προτὶ οἷ δʼ ἔλαβʼ ἔντερα χερσὶ λιασθείς. Ἕκτωρ δʼ ὡς ἐνόησε κασίγνητον Πολύδωρον ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίη
İlyada
·Kitap 20
·401-420
· · ·
…
ὣς εἰπὼν ἐν χερσὶ τίθει· ὃ δʼ ἐδέξατο χαίρων, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες· οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα φίλος πόδες, οὐδέ τι χεῖρες ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί. εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη ὡς ὁπότε κρείοντʼ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ Βουπρασίῳ, παῖδες δʼ ἔθεσαν βασιλῆος ἄεθλα· ἔνθʼ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετʼ, οὔτʼ ἄρʼ Ἐπειῶν οὔτʼ αὐτῶν Πυλίων οὔτʼ Αἰτωλῶν μεγαθύμων. πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν, Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη· Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα, δουρὶ δʼ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον. οἴοισίν μʼ ἵπποισι παρήλασαν Ἀκτορίωνε πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης, οὕνεκα δὴ τὰ μέγιστα παρʼ αὐτόθι λείπετʼ ἄεθλα.
İlyada
·Kitap 23
·621-640