Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο ἵστασαν· αὐτὰρ ἐγώ γε Πύλονδʼ ἔχον, οὐδέ ποτʼ ἔσβη οὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι. ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα κείνων, οἵ τʼ ἐσάωθεν Ἀχαιῶν οἵ τʼ ἀπόλοντο. ὅσσα δʼ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι πεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω. εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν ἐγχεσιμώρους, οὓς ἄγʼ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός, εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν. πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους, οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τινʼ ἀπηύρα. Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες, ὥς τʼ ἦλθʼ, ὥς τʼ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον. ἀλλʼ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν· ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα, Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα. καὶ σὺ φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε, ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
Odysseia
·Kitap 3
·181-200
…
οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν· ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου ὁπλότερος γενεῇ· ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων ἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ δεύονθʼ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα· τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν, τῶν ἦρχʼ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν Εὔμηλος, τὸν ὑπʼ Ἀδμήτῳ τέκε δῖα γυναικῶν Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη. οἳ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν, τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς ἑπτὰ νεῶν· ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκοντα ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.
İlyada
·Kitap 2
·701-720
…
τάχα δʼ ὕστερον ἄλλον ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον. τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει, δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην, ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω, πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος. ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο; ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ, ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει. τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω, ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην. πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι· εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι· πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν. οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.
Odysseia
·Kitap 8
·201-220