TR EN AR
← جميع الأسماء

Philoitios

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

5 مقطع · insan
يُعرف بـ

Φιλοίτιος



ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη πολύμητις Ὀδυσσεύς, ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων. τοῖσι δʼ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν, βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας. πορθμῆες δʼ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται. καὶ τὰ μὲν εὖ κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ, αὐτὸς δʼ αὖτʼ ἐρέεινε συβώτην ἄγχι παραστάς· τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα, ἡμέτερον πρὸς δῶμα; τέων δʼ ἐξ εὔχεται εἶναι ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα; δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι· ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους, ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν. ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσω ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.

Odysseia ·Kitap 20 ·181-200

· · ·



τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν· ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή, Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός. ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. ἐλθόντες δʼ ἐς δώματʼ Ὀδυσσῆος θείοιο χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας, ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην· σπλάγχνα δʼ ἄρʼ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης. σῖτον δέ σφʼ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν, καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν, ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν, δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν· πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν

Odysseia ·Kitap 20 ·241-260

· · ·



αὐτοδίδακτος δʼ εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσεν· ἔοικα δέ τοι παραείδειν ὥς τε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι. καί κεν Τηλέμαχος τάδε γʼ εἴποι, σὸς φίλος υἱός, ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας, ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ. ὣς φάτο, τοῦ δʼ ἤκουσʼ ἱερὴ ἲς Τηλεμάχοιο, αἶψα δʼ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα· ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ· καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος, εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης, ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.

Odysseia ·Kitap 22 ·341-360

· · ·

Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια, κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας. ἢν δέ τις ἤ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος, κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων. σιγῇ δʼ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε, κλήϊσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερκέος αὐλῆς. κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης βύβλινον, ᾧ ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός· ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη, εἰσορόων Ὀδυσῆα. ὁ δʼ ἤδη τόξον ἐνώμα πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα, μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος. ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων· ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται ἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.

Odysseia ·Kitap 21 ·381-400

· · ·



τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα, κλαῖον ἄρʼ ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε, καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους ὣς δʼ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε. καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο, εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε· παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω. ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες, πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω· ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί, οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην· ἀλλὰ σύ, δῖʼ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας, ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ. σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς

Odysseia ·Kitap 21 ·221-240