TR EN AR
← جميع الأسماء

Peleusoğlu

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

32 مقطع · insan
يُعرف بـ

Πηλείων



πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο, εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετʼ Ἀπόλλων ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα; λαοῖσιν δʼ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς, οὐδʼ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα, μή τις κῦδος ἄροιτο βαλών, ὃ δὲ δεύτερος ἔλθοι. ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο, καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα, ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο, τὴν μὲν Ἀχιλλῆος, τὴν δʼ Ἕκτορος ἱπποδάμοιο, ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ Ἕκτορος αἴσιμον ἦμαρ, ᾤχετο δʼ εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων. Πηλεΐωνα δʼ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη, ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμʼ Ἀχιλλεῦ οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα. οὔ οἱ νῦν ἔτι γʼ ἔστι πεφυγμένον ἄμμε γενέσθαι, οὐδʼ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων

İlyada ·Kitap 22 ·201-220

· · ·



ἵπποι μὲν μέγʼ ἄρισται ἔσαν Φηρητιάδαο, τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας· τὰς ἐν Πηρείῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας. ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας ὄφρʼ Ἀχιλεὺς μήνιεν· ὃ γὰρ πολὺ φέρτατος ἦεν, ἵπποι θʼ οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα. ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν Ἀτρεΐδῃ· λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες τόξοισίν θʼ· ἵπποι δὲ παρʼ ἅρμασιν οἷσιν ἕκαστος λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον ἕστασαν· ἅρματα δʼ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων ἐν κλισίῃς· οἳ δʼ ἀρχὸν ἀρηΐφιλον ποθέοντες φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο. οἳ δʼ ἄρʼ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο·

İlyada ·Kitap 2 ·761-780

· · ·

Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα· αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν· ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων, οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται. ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ, εἰ σὺ κελεύεις· βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει, ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη ὀλλύντʼ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων· οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα, ἤματι τῷ ὅτʼ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος· ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω χωομένης, οὐδʼ εἴ κε τὰ νείατα πείραθʼ ἵκηαι γαίης καὶ πόντοιο, ἵνʼ Ἰάπετός τε Κρόνος τε ἥμενοι οὔτʼ αὐγῇς Ὑπερίονος Ἠελίοιο

İlyada ·Kitap 8 ·461-480

· · ·



καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος, εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶρις ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι κρύβδα Διὸς ἄλλων τε θεῶν· πρὸ γὰρ ἧκέ μιν Ἥρη. ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· ὄρσεο Πηλεΐδη, πάντων ἐκπαγλότατʼ ἀνδρῶν· Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ ἕστηκε πρὸ νεῶν· οἳ δʼ ἀλλήλους ὀλέκουσιν οἳ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος, οἳ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν Τρῶες ἐπιθύουσι· μάλιστα δὲ φαίδιμος Ἕκτωρ ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθʼ ἁπαλῆς ἀπὸ δειρῆς. ἀλλʼ ἄνα μηδʼ ἔτι κεῖσο· σέβας δέ σε θυμὸν ἱκέσθω Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι· σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ.

İlyada ·Kitap 18 ·161-180

· · ·

Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθʼ ὕλην θώων παρδαλίων τε λύκων τʼ ἤϊα πέλονται αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδʼ ἔπι χάρμη· ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδʼ ἠβαιόν· νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν, οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀνʼ αὐτάς. ἀλλʼ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων οὕνεκʼ ἀπητίμησε ποδώκεα Πηλεΐωνα, ἡμέας γʼ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο. ἀλλʼ ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν. ὑμεῖς δʼ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι. ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον

İlyada ·Kitap 13 ·101-120

· · ·



καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ θείομεν, εἰς ὅ κεν αὐτὸς ἐγὼν Ἄϊδι κεύθωμαι. τύμβον δʼ οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα, ἀλλʼ ἐπιεικέα τοῖον· ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ εὐρύν θʼ ὑψηλόν τε τιθήμεναι, οἵ κεν ἐμεῖο δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε. ὣς ἔφαθʼ, οἳ δʼ ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι. πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ ὅσσον ἐπὶ φλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη· κλαίοντες δʼ ἑτάροιο ἐνηέος ὀστέα λευκὰ ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν, ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν· τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο ἀμφὶ πυρήν· εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν, χεύαντες δὲ τὸ σῆμα πάλιν κίον. αὐτὰρ Ἀχιλλεὺς αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα, νηῶν δʼ ἔκφερʼ ἄεθλα λέβητάς τε τρίποδάς τε ἵππους θʼ ἡμιόνους τε βοῶν τʼ ἴφθιμα κάρηνα,

İlyada ·Kitap 23 ·241-260

· · ·



οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης, τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ τεύχεσιν ἀμφʼ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ. παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη. ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ· τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν, Αἴανθʼ, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργα τέτυκτο τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα. τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν· Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρʼ ἔμελλες οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων οὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι, τοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δʼ Ἀχαιοὶ ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο ἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλος αἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων ἐκπάγλως ἤχθηρε, τεῒν δʼ ἐπὶ μοῖραν ἔθηκεν.

Odysseia ·Kitap 11 ·541-560

· · ·



αὐτὰρ Ἀχιλλεὺς ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ Αἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν, οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος. ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ ἢ κόρυθʼ ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον, τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα, εἰ μὴ ἄρʼ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων· αὐτίκα δʼ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν· ὢ πόποι ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο, ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο νήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον. ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει μὰψ ἕνεκʼ ἀλλοτρίων ἀχέων, κεχαρισμένα δʼ αἰεὶ δῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν; ἀλλʼ ἄγεθʼ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν,

İlyada ·Kitap 20 ·281-300

· · ·



τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης πολλὰ μάλʼ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο. Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην, τὸν δʼ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ καλῇ δαιδαλέῃ, ἐπὶ δʼ ἀργύρεον ζυγὸν ἦεν, τὴν ἄρετʼ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας· τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν. Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ, δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων, τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς, στὰν δὲ πρόσθʼ αὐτοῖο· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν. ὣς δʼ αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη. τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· χαίρετον· ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρεώ, οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον. ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς, εἷσεν δʼ ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν.

İlyada ·Kitap 9 ·181-200

· · ·



Ἕκτορα δʼ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων. αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων· τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ με ἔγνως ὡς θεός εἰμι, σὺ δʼ ἀσπερχὲς μενεαίνεις. ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας, οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης. οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ἔβλαψάς μʼ ἑκάεργε θεῶν ὀλοώτατε πάντων ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἦ κʼ ἔτι πολλοὶ γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι. νῦν δʼ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γʼ ἔδεισας ὀπίσσω. ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη.

İlyada ·Kitap 22 ·1-20

· · ·



ὣς φάτο· Πηλεΐωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορ στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν, ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ τοὺς μὲν ἀναστήσειεν, ὃ δʼ Ἀτρεΐδην ἐναρίζοι, ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν. ἧος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, ἕλκετο δʼ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δʼ Ἀθήνη οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε· στῆ δʼ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα οἴῳ φαινομένη· τῶν δʼ ἄλλων οὔ τις ὁρᾶτο· θάμβησεν δʼ Ἀχιλεύς, μετὰ δʼ ἐτράπετʼ, αὐτίκα δʼ ἔγνω Παλλάδʼ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν·

İlyada ·Kitap 1 ·181-200

· · ·



οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δʼ ἄελλαι παντοίων ἀνέμων. νῦν μοι σῶς αἰπὺς ὄλεθρος. τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες. ὡς δὴ ἐγώ γʼ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν ἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα Τρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι. τῷ κʼ ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί· νῦν δέ λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι. ὣς ἄρα μιν εἰπόντʼ ἔλασεν μέγα κῦμα κατʼ ἄκρης δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε. τῆλε δʼ ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ ἐκ χειρῶν προέηκε· μέσον δέ οἱ ἱστὸν ἔαξεν δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα, τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ. τὸν δʼ ἄρʼ ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδʼ ἐδυνάσθη αἶψα μάλʼ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς·

Odysseia ·Kitap 5 ·301-320

· · ·



ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα, ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν. νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες· ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα. ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον; πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων; ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν, ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·

Odysseia ·Kitap 11 ·461-480