…
τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε· δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος. Τηλέμαχος δʼ, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ, ἔνθʼ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων. τῷ δʼ ἄρʼ ἅμʼ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο, τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν πρωθήβην ἔτʼ ἐοῦσαν, ἐεικοσάβοια δʼ ἔδωκεν, ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν, εὐνῇ δʼ οὔ ποτʼ ἔμικτο, χόλον δʼ ἀλέεινε γυναικός· ἥ οἱ ἅμʼ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα. ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο, ἕζετο δʼ ἐν λέκτρῳ, μαλακὸν δʼ ἔκδυνε χιτῶνα· καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν. ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα, πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι
Odysseia
·Kitap 1
·421-440
· · ·
…
κληισταὶ δʼ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι, δικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ ἔσχʼ, ἣ πάντʼ ἐφύλασσε νόου πολυϊδρείῃσιν, Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο. τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας· μαῖʼ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας. δώδεκα δʼ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας. ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν· εἴκοσι δʼ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς. αὐτὴ δʼ οἴη ἴσθι· τὰ δʼ ἁθρόα πάντα τετύχθω· ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ μήτηρ εἰς ὑπερῷʼ ἀναβῇ κοίτου τε μέδηται. εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.
Odysseia
·Kitap 2
·341-360
· · ·
…
ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει ἔγχος ἔχων, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο. βῆ δʼ ἴμεν εἰς ἀγορὴν μετʼ ἐϋκνήμιδας Ἀχαιούς. ἡ δʼ αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν, Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο· ἀγρεῖθʼ, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι, ῥάσσατέ τʼ, ἔν τε θρόνοις εὐποιήτοισι τάπητας βάλλετε πορφυρέους· αἱ δὲ σπόγγοισι τραπέζας πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας καὶ δέπα ἀμφικύπελλα τετυγμένα· ταὶ δὲ μεθʼ ὕδωρ ἔρχεσθε κρήνηνδε, καὶ οἴσετε θᾶσσον ἰοῦσαι. οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο, ἀλλὰ μάλʼ ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή. ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο. αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον, αἱ δʼ αὐτοῦ κατὰ δώματʼ ἐπισταμένως πονέοντο. ἐς δʼ ἦλθον δρηστῆρες Ἀχαιῶν. οἱ μὲν ἔπειτα
Odysseia
·Kitap 20
·141-160