…
τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ στέρνον ὑπὲρ μαζοῖο, πάγη δʼ ἐν πνεύμονι χαλκός· ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δʼ ὄβριμον ἔγχος ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ, τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δʼ αἴνυτο θυμόν. τεύχεα δʼ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι Θρήϊκες ἀκρόκομοι δολίχʼ ἔγχεα χερσὶν ἔχοντες, οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη. ὣς τώ γʼ ἐν κονίῃσι παρʼ ἀλλήλοισι τετάσθην, ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δʼ Ἐπειῶν χαλκοχιτώνων ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι. ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών, ὅς τις ἔτʼ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ
İlyada
·Kitap 4
·521-540
…
αὐτὰρ Θρήϊκας ἦγʼ Ἀκάμας καὶ Πείροος ἥρως ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει. Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν αἰχμητάων υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο. αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος, Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν. Παφλαγόνων δʼ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων, οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματʼ ἔναιον Κρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους. αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη. Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής· ἀλλʼ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν, ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
İlyada
·Kitap 2
·841-860
…
αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετʼ ἀμύμονα Πείρεω υἱὸν Ῥίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει· τὸν βάλε μέσσον ἄκοντι, πάγη δʼ ἐν νηδύϊ χαλκός, ἤριπε δʼ ἐξ ὀχέων· ὃ δʼ Ἀρηΐθοον θεράποντα ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ νύξʼ, ἀπὸ δʼ ἅρματος ὦσε· κυκήθησαν δέ οἱ ἵπποι. ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη, πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει, ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος κτεινομένους ἐφέπων· ῥέε δʼ αἵματι γαῖα μέλαινα. ὡς δʼ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ, ῥίμφά τε λέπτʼ ἐγένοντο βοῶν ὑπὸ πόσσʼ ἐριμύκων, ὣς ὑπʼ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
İlyada
·Kitap 20
·481-500