Ὠκαλέην Μεδεῶνά τʼ ἐϋκτίμενον πτολίεθρον, Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην, οἵ τε Κορώνειαν καὶ ποιήενθʼ Ἁλίαρτον, οἵ τε Πλάταιαν ἔχον ἠδʼ οἳ Γλισᾶντʼ ἐνέμοντο, οἵ θʼ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον, Ὀγχηστόν θʼ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος, οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν Νῖσάν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν· τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον. οἳ δʼ Ἀσπληδόνα ναῖον ἰδʼ Ὀρχομενὸν Μινύειον, τῶν ἦρχʼ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο, παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ· τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο, οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα,
İlyada
·Kitap 2
·501-520
· · ·
Πυθώδʼ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος. καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα ἑστεῶτʼ ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ· στεῦτο δὲ διψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι· ὁσσάκι γὰρ κύψειʼ ὁ γέρων πιέειν μενεαίνων, τοσσάχʼ ὕδωρ ἀπολέσκετʼ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶ γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων. δένδρεα δʼ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν, ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι· τῶν ὁπότʼ ἰθύσειʼ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι, τὰς δʼ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα. καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν. ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλʼ ὅτε μέλλοι ἄκρον ὑπερβαλέειν, τότʼ ἀποστρέψασκε κραταιίς· αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής. αὐτὰρ ὅ γʼ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δʼ ἱδρὼς ἔρρεεν ἐκ μελέων, κονίη δʼ ἐκ κρατὸς ὀρώρει.
Odysseia
·Kitap 11
·581-600
· · ·
…
ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ ἀνὴρ ἠΰς τε μέγας τε εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός, ἅψατο δʼ ἡμιόνου ταλαεργοῦ φώνησέν τε· ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον· ἡμίονον δʼ οὔ φημί τινʼ ἀξέμεν ἄλλον Ἀχαιῶν πυγμῇ νικήσαντʼ, ἐπεὶ εὔχομαι εἶναι ἄριστος. ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδʼ ἄρα πως ἦν ἐν πάντεσσʼ ἔργοισι δαήμονα φῶτα γενέσθαι. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· ἀντικρὺ χρόα τε ῥήξω σύν τʼ ὀστέʼ ἀράξω. κηδεμόνες δέ οἱ ἐνθάδʼ ἀολλέες αὖθι μενόντων, οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος, ὅς ποτε Θήβας δʼ ἦλθε δεδουπότος Οἰδιπόδαο ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας.
İlyada
·Kitap 23
·661-680