TR EN AR
← جميع الأسماء

Outis

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

3 مقطع · insan
يُعرف بـ

Οὖτις



ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι. τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος· κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλων ὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν, ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʼ ἄνθεα ποίης μακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις, πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι ἑσπέριος· νῦν αὖτε πανύστατος. ἦ σύ γʼ ἄνακτος ὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσε σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ, Οὖτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον. εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο εἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει· τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ θεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ κʼ ἐμὸν κῆρ λωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις.

Odysseia ·Kitap 9 ·441-460

· · ·



αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος, καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι· Κύκλωψ, εἰρωτᾷς μʼ ὄνομα κλυτόν, αὐτὰρ ἐγώ τοι ἐξερέω· σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης. Οὖτις ἐμοί γʼ ὄνομα· Οὖτιν δέ με κικλήσκουσι μήτηρ ἠδὲ πατὴρ ἠδʼ ἄλλοι πάντες ἑταῖροι. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ· Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν, τοὺς δʼ ἄλλους πρόσθεν· τὸ δέ τοι ξεινήιον ἔσται. ἦ καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτα κεῖτʼ ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνος ᾕρει πανδαμάτωρ· φάρυγος δʼ ἐξέσσυτο οἶνος ψωμοί τʼ ἀνδρόμεοι· ὁ δʼ ἐρεύγετο οἰνοβαρείων. καὶ τότʼ ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς, ἧος θερμαίνοιτο· ἔπεσσι δὲ πάντας ἑταίρους θάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη. ἀλλʼ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν ἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δʼ αἰνῶς, καὶ τότʼ ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δʼ ἑταῖροι

Odysseia ·Kitap 9 ·361-380

· · ·



οἱ δʼ ἀπαμειβόμενοι ἔπεα πτερόεντʼ ἀγόρευον· εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα, νοῦσον γʼ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι, ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι. ὣς ἄρʼ ἔφαν ἀπιόντες, ἐμὸν δʼ ἐγέλασσε φίλον κῆρ, ὡς ὄνομʼ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων. Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι χερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων, αὐτὸς δʼ εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας, εἴ τινά που μετʼ ὄεσσι λάβοι στείχοντα θύραζε· οὕτω γάρ πού μʼ ἤλπετʼ ἐνὶ φρεσὶ νήπιον εἶναι. αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχʼ ἄριστα γένοιτο,

Odysseia ·Kitap 9 ·401-420