TR EN AR
← جميع الأسماء

Olympos

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

81 مقطع · insan
يُعرف بـ

Ὄλυμπος



ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω· εἰ δʼ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς· τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετʼ ἀθανάτοισι μέγιστον τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλὸν οὐδʼ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω. ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων· ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον. τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα εἰς ἅλα ἆλτο βαθεῖαν ἀπʼ αἰγλήεντος Ὀλύμπου, Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δʼ ἅμα πάντες ἀνέσταν ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη μεῖναι ἐπερχόμενον, ἀλλʼ ἀντίοι ἔσταν ἅπαντες. ὣς ὃ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη ἠγνοίησεν ἰδοῦσʼ ὅτι οἱ συμφράσσατο βουλὰς ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος. αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα· τίς δʼ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;

İlyada ·Kitap 1 ·521-540

· · ·



Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ, αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος· ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸν αὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν, ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς. μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε. ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν· αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε. μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημʼ ἐπέεσσι· τώ σʼ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν. ἀλλʼ οὐ μάν σʼ ἔτι δηρὸν ἀνέξομαι ἄλγεʼ ἔχοντα· ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ· εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδʼ ἀΐδηλος καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων. ὣς φάτο, καὶ Παιήονʼ ἀνώγειν ἰήσασθαι. τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων

İlyada ·Kitap 5 ·881-900

· · ·



σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετʼ αἴσυλα ῥέζων, ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι. σοὶ δʼ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη· νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς ὅττι μάλʼ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται, οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν ἐλθόντʼ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος. τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι, φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται, μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο. ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπʼ ἰχῶ χειρὸς ὀμόργνυ· ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι. αἳ δʼ αὖτʼ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον. τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·

İlyada ·Kitap 5 ·401-420

· · ·



αὐτὸς δʼ ὥς τʼ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι, ὅς ῥά τʼ ἀπʼ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο, ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων. τοῖιν δʼ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας, αἶψα δʼ ἄρʼ Αἴαντα προσέφη Τελαμώνιον υἱόν· Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι, οὐδʼ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής· ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων ῥεῖʼ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ· καὶ δʼ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι, μαιμώωσι δʼ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε. τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας· οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν ἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἶος Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι.

İlyada ·Kitap 13 ·61-80

· · ·



ἦ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην· ἀλλὰ καὶ ὧς ἀνέμιμνε, σάω δʼ ἐρίηρας ἑταίρους. ὡς δʼ ὅτʼ ἀπʼ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνῃ, ὣς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε, οὐδὲ κατὰ μοῖραν πέραον πάλιν. Ἕκτορα δʼ ἵπποι ἔκφερον ὠκύποδες σὺν τεύχεσι, λεῖπε δὲ λαὸν Τρωϊκόν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε. πολλοὶ δʼ ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ λίπον ἅρματʼ ἀνάκτων, Πάτροκλος δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων Τρωσὶ κακὰ φρονέων· οἳ δὲ ἰαχῇ τε φόβῳ τε πάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν· ὕψι δʼ ἀέλλη σκίδναθʼ ὑπὸ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποι ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. Πάτροκλος δʼ ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν, τῇ ῥʼ ἔχʼ ὁμοκλήσας· ὑπὸ δʼ ἄξοσι φῶτες ἔπιπτον πρηνέες ἐξ ὀχέων, δίφροι δʼ ἀνακυμβαλίαζον. ἀντικρὺ δʼ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι

İlyada ·Kitap 16 ·361-380

· · ·

Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν, Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο· αὐτὸς δέ σφʼ ἀγόρευε, θεοὶ δʼ ὑπὸ πάντες ἄκουον· κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι, ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλʼ ἅμα πάντες αἰνεῖτʼ, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα. ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ· ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα τῆλε μάλʼ, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον, ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός, τόσσον ἔνερθʼ Ἀΐδεω ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης· γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων. εἰ δʼ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες· σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες πάντές τʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·

İlyada ·Kitap 8 ·1-20

· · ·

Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι ἤδη ἰὸν ἐνὶ στήθεσσι βαλοῦσʼ ἐκ θυμὸν ἕλοιο αὐτίκα νῦν, ἢ ἔπειτα μʼ ἀναρπάξασα θύελλα οἴχοιτο προφέρουσα κατʼ ἠερόεντα κέλευθα, ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο. ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι· τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ· Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή, ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι. εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον, κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα, μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν· ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες, ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα

Odysseia ·Kitap 20 ·61-80

· · ·



θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη. ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων· ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν, ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν, χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων, ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ; τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης· αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον· δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,

Odysseia ·Kitap 8 ·321-340

· · ·



τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· πῶς τὰρ ἴω μετὰ μῶλον; ἔχουσι δὲ τεύχεʼ ἐκεῖνοι· μήτηρ δʼ οὔ με φίλη πρίν γʼ εἴα θωρήσσεσθαι πρίν γʼ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι· στεῦτο γὰρ Ἡφαίστοιο πάρʼ οἰσέμεν ἔντεα καλά. ἄλλου δʼ οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω, εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο. ἀλλὰ καὶ αὐτὸς ὅ γʼ ἔλπομʼ ἐνὶ πρώτοισιν ὁμιλεῖ ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος. τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις· εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχεʼ ἔχονται· ἀλλʼ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι, αἴ κέ σʼ ὑποδείσαντες ἀπόσχωνται πολέμοιο Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν

İlyada ·Kitap 18 ·181-200

· · ·



καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος, εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶρις ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι κρύβδα Διὸς ἄλλων τε θεῶν· πρὸ γὰρ ἧκέ μιν Ἥρη. ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· ὄρσεο Πηλεΐδη, πάντων ἐκπαγλότατʼ ἀνδρῶν· Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ ἕστηκε πρὸ νεῶν· οἳ δʼ ἀλλήλους ὀλέκουσιν οἳ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος, οἳ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν Τρῶες ἐπιθύουσι· μάλιστα δὲ φαίδιμος Ἕκτωρ ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθʼ ἁπαλῆς ἀπὸ δειρῆς. ἀλλʼ ἄνα μηδʼ ἔτι κεῖσο· σέβας δέ σε θυμὸν ἱκέσθω Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι· σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ.

İlyada ·Kitap 18 ·161-180

· · ·



ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον, αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν· ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους ζεῦξον ὑφʼ ἅρματʼ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο. τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα· Τηλέμαχʼ, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο νύκτα διὰ δνοφερὴν ἐλάαν· τάχα δʼ ἔσσεται ἠώς. ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ ἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος, καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ. τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ. ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς. ἀγχίμολον δέ σφʼ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος, ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο. τὸν δʼ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός, σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα

Odysseia ·Kitap 15 ·41-60

· · ·



ὣς ἄρʼ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα πεπτεῶτʼ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης. ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς· ἣ δʼ ἄρʼ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ, δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη, ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας· τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ; τὸν δʼ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή· σή μʼ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη, ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν· μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ. οἳ δʼ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες, οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες· κὰδ δʼ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ Ἀχιλλεὺς

İlyada ·Kitap 21 ·501-520

· · ·



αὐτὰρ ἐπεί ῥʼ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν, νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν· αὐτοὶ δʼ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε. αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς· οὔτέ ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν οὔτέ ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ αὖθι μένων, ποθέεσκε δʼ ἀϋτήν τε πτόλεμόν τε. ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς, καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες πάντες ἅμα, Ζεὺς δʼ ἦρχε· Θέτις δʼ οὐ λήθετʼ ἐφετμέων παιδὸς ἑοῦ, ἀλλʼ ἥ γʼ ἀνεδύσετο κῦμα θαλάσσης. ἠερίη δʼ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε. εὗρεν δʼ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο· καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων

İlyada ·Kitap 1 ·481-500

· · ·



βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀίξασα, στῆ δʼ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος, οὐδοῦ ἐπʼ αὐλείου· παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος, εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ. εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί· κήρυκες δʼ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ, οἱ δʼ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο. τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής, ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ, ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη, τιμὴν δʼ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι. τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην. βῆ δʼ ἰθὺς προθύροιο, νεμεσσήθη δʼ ἐνὶ θυμῷ ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς

Odysseia ·Kitap 1 ·101-120

· · ·



ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς, ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί, ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο ἔκλησιν θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω. ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην, βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα. οἱ δʼ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο, τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς· ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες. ὣς ἔφατʼ· ἐκ δʼ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν· στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας· αἶψα δʼ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα· οἵδε δὴ ἐγγὺς ἔασʼ· ἀλλʼ ὁπλιζώμεθα θᾶσσον. ὣς ἔφαθʼ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο, τέσσαρες ἀμφʼ Ὀδυσῆʼ, ἓξ δʼ υἱεῖς οἱ Δολίοιο· ἐν δʼ ἄρα Λαέρτης Δολίος τʼ ἐς τεύχεʼ ἔδυνον, καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί. αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,

Odysseia ·Kitap 24 ·481-500

· · ·



ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε, μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης· παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη, μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν, οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι. τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν· ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες. ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε, χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς· μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί. ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ, χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ· ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,

Odysseia ·Kitap 18 ·161-180

· · ·



ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντης ἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε. ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος· μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τʼ ὀρύσσειν ἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται. Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον νῆσον ἀνʼ ὑλήεσσαν, ἐγὼ δʼ ἐς δώματα Κίρκης ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι. ἔστην δʼ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο· ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς. ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς καὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ. εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν· τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι, ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσʼ ἐνὶ θυμῷ. αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μʼ ἔθελξε, ῥάβδῳ πεπληγυῖα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ἔρχεο νῦν συφεόνδε, μετʼ ἄλλων λέξο ἑταίρων.

Odysseia ·Kitap 10 ·301-320

· · ·



ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. μῆνα δὲ πάντʼ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλος γίγνετʼ ἔπειτʼ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε. οἱ δʼ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν, τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο. ἀλλʼ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα, καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ, ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο, γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός· δὴ τότʼ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι. ἀλλʼ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους, χεῖρας νιψάμενος, ὅθʼ ἐπὶ σκέπας ἦν ἀνέμοιο, ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν· οἱ δʼ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν. Εὐρύλοχος δʼ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς· κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι.

Odysseia ·Kitap 12 ·321-340

· · ·



ὣς ἔφαθʼ, αἱ δʼ ἀπάνευθεν ἴσαν, εἶπον δʼ ἄρα κούρῃ. αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους, ἐκ κεφαλῆς δʼ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο. αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπʼ ἄλειψεν, ἀμφὶ δὲ εἵματα ἕσσαθʼ ἅ οἱ πόρε παρθένος ἀδμής, τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας. ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει, ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις. ἕζετʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης, κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη. δή ῥα τότʼ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα· κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω. οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,

Odysseia ·Kitap 6 ·221-240

· · ·



ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, σήματʼ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς. ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς. αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη, ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε· Ζεῦ πάτερ, ἦ ῥα ἔτʼ ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον, εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν. νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. ἀλλʼ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται· ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην προὔπεμψʼ, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.

Odysseia ·Kitap 24 ·341-360