TR EN AR
← جميع الأسماء

Oiliades

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

6 مقطع · insan
يُعرف بـ

Ὀιλιάδης · Ὀϊλιάδης



ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε βήτην εἰς Ἔρεβος Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν θρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν. Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον· ἀλλά οἱ αὖθι λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι. πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. Πηνέλεως δὲ Λύκων τε συνέδραμον· ἔγχεσι μὲν γὰρ ἤμβροτον ἀλλήλων, μέλεον δʼ ἠκόντισαν ἄμφω· τὼ δʼ αὖτις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲν ἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸν φάσγανον ἐρραίσθη· ὃ δʼ ὑπʼ οὔατος αὐχένα θεῖνε Πηνέλεως, πᾶν δʼ εἴσω ἔδυ ξίφος, ἔσχεθε δʼ οἶον

İlyada ·Kitap 16 ·321-340

· · ·

Αἴας δʼ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς ἵστατʼ ἀπʼ Αἴαντος Τελαμωνίου οὐδʼ ἠβαιόν, ἀλλʼ ὥς τʼ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δʼ ἄρά σφι πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς· τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης· ὣς τὼ παρβεβαῶτε μάλʼ ἕστασαν ἀλλήλοιιν. ἀλλʼ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ λαοὶ ἕπονθʼ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθʼ ἵκοιτο. οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο· οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ· οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας, οὐδʼ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα, ἀλλʼ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ Ἴλιον εἰς ἅμʼ ἕποντο πεποιθότες, οἷσιν ἔπειτα ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας· δή ῥα τόθʼ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ,

İlyada ·Kitap 13 ·701-720

· · ·



ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε μέγας Τελαμώνιος Αἴας. αὐτίκʼ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα· Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης, ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι· αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο· αἶψα δʼ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω. ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας, καί οἱ Τεῦκρος ἅμʼ ᾖε κασίγνητος καὶ ὄπατρος· τοῖς δʼ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα. εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δʼ ἵκοντο, οἳ δʼ ἐπʼ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες· σὺν δʼ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δʼ ἀϋτή. Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς

İlyada ·Kitap 12 ·361-380

· · ·



καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι, βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν. Ἰδομενεὺς δʼ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν ἐρχόμενος παρʼ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο ἦλθε κατʼ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ. τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δʼ ἰητροῖς ἐπιτείλας ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι Αἰτωλοῖσιν ἄνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ· Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν;

İlyada ·Kitap 13 ·201-220

· · ·



τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, ἀμφὶ δʼ ἄρʼ αὐτῷ Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην. τῷ δʼ ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ Πανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον υἱὸν Ἀρηϊλύκοιο, διʼ ὤμου δʼ ὄβριμον ἔγχος ἔσχεν, ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. Πουλυδάμας δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας· οὐ μὰν αὖτʼ ὀΐω μεγαθύμου Πανθοΐδαο χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα, ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐω αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω. ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο· Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα. καρπαλίμως δʼ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ.

İlyada ·Kitap 14 ·442-461

· · ·



καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο, ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο· δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ, ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊʼ ἔθηκε. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε. ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας, ἂν δʼ Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς Ἀντίλοχος· ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα. στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματʼ Ἀχιλλεύς. τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δʼ ἔπειτα ἔκφερʼ Ὀϊλιάδης· ἐπὶ δʼ ὄρνυτο δῖος Ὀδυσσεὺς ἄγχι μάλʼ, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο

İlyada ·Kitap 23 ·741-760