…
τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς. Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο, οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης, οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι· τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην αἰεὶ ἤματα πάντα· σὺ γάρ μʼ ἐβιώσαο, κούρη. ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρʼ Ἀλκίνοον βασιλῆα· οἱ δʼ ἤδη μοίρας τʼ ἔνεμον κερόωντό τε οἶνον. κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν, Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δʼ ἄρʼ αὐτὸν μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας. δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς, νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο, ἀργιόδοντος ὑός, θαλερὴ δʼ ἦν ἀμφὶς ἀλοιφή· κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσιν, Δημοδόκῳ· καί μιν προσπτύξομαι ἀχνύμενός περ· πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας
Odysseia
·Kitap 8
·461-480
· · ·
…
αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς, αὐτίκʼ ἐπήρτυε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλεν ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη· αὐτόδιον δʼ ἄρα μιν ταμίη λούσασθαι ἀνώγει ἔς ῥʼ ἀσάμινθον βάνθʼ· ὁ δʼ ἄρ ἀσπασίως ἴδε θυμῷ θερμὰ λοέτρʼ, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν, ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο. τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν. τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ, ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα, ἔκ ῥʼ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας ἤιε· Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, θαύμαζεν δʼ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα, καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
Odysseia
·Kitap 8
·441-460
· · ·
…
τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη· Ναυσικάα, τί νύ σʼ ὧδε μεθήμονα γείνατο μήτηρ; εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα, σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σʼ ἄγωνται. ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ. ἀλλʼ ἴομεν πλυνέουσαι ἅμʼ ἠοῖ φαινομένηφι· καί τοι ἐγὼ συνέριθος ἅμʼ ἕψομαι, ὄφρα τάχιστα ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι· ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ. ἀλλʼ ἄγʼ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα. καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν ἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.
Odysseia
·Kitap 6
·21-40
· · ·
…
ἡ δʼ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθʼ ἵκανε, στῆσεν ἄρʼ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς ἵσταντʼ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥʼ ὑπʼ ἀπήνης ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω. αὐτὴ δʼ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα, τήν ποτʼ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι· Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν· ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν. ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει. καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ Ἀθήνη πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι, μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη. ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν, ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη, παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.
Odysseia
·Kitap 7
·1-20
· · ·
…
τὸν δʼ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα· ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας· Ζεὺς δʼ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν, ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ· καί που σοὶ τάδʼ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης. νῦν δʼ, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις, οὔτʼ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου, ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα. ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν. Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν, εἰμὶ δʼ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο, τοῦ δʼ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε. ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε· στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι; ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν;
Odysseia
·Kitap 6
·181-200
· · ·
…
αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος, λεπτὴ δʼ εἰσίθμη· νῆες δʼ ὁδὸν ἀμφιέλισσαι εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ. ἔνθα δέ τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς, ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα. ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι, πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά. οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη, ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι, ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν. τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω μωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον· καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας· τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ. ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν· ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν
Odysseia
·Kitap 6
·261-280
· · ·
Φαιήκεσσʼ ὅδʼ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι· πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατʼ εἶναι, νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν. αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη ἐνθάδε ναιετάων, καί οἱ ἅδοι αὐτόθι μίμνειν. ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε. ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο, πὰρ δʼ ἄρʼ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε. ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος. αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλʼ ἐνόησεν· εἵματʼ ἄρα πτύξασα τίθει καλῆς ἐπʼ ἀπήνης, ζεῦξεν δʼ ἡμιόνους κρατερώνυχας, ἂν δʼ ἔβη αὐτή, ὤτρυνεν δʼ Ὀδυσῆα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδʼ ἴμεν ὄφρα σε πέμψω πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι. ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν· ὄφρʼ ἂν μέν κʼ ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων, τόφρα σὺν ἀμφιπόλοισι μεθʼ ἡμιόνους καὶ ἄμαξαν
Odysseia
·Kitap 6
·241-260
· · ·
…
οὔτʼ ἀνέμοισι τινάσσεται οὔτε ποτʼ ὄμβρῳ δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλʼ αἴθρη πέπταται ἀνέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη· τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα. ἔνθʼ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ. αὐτίκα δʼ Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρε Ναυσικάαν ἐύπεπλον· ἄφαρ δʼ ἀπεθαύμασʼ ὄνειρον, βῆ δʼ ἰέναι διὰ δώμαθʼ, ἵνʼ ἀγγείλειε τοκεῦσιν, πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δʼ ἔνδον ἐόντας· ἡ μὲν ἐπʼ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα· τῷ δὲ θύραζε ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί. ἡ δὲ μάλʼ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε· πάππα φίλʼ, οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην ὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματʼ ἄγωμαι ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται; καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα
Odysseia
·Kitap 6
·41-60
· · ·
…
οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ, ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος. ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει, τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε. ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε, λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο. ὣς ἔφαθʼ, αἱ δʼ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν, κὰδ δʼ ἄρʼ Ὀδυσσῆʼ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο· πὰρ δʼ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματʼ ἔθηκαν, δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον, ἤνωγον δʼ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν. δή ῥα τότʼ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς· ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν, ὄφρʼ ἐγὼ αὐτὸς ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δʼ ἐλαίῳ χρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.
Odysseia
·Kitap 6
·201-220
· · ·
…
ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής, εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων, ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους, καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατʼ ἀρούρας. ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει, Ἀλκίνοος δὲ τότʼ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς. τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη, νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα. βῆ δʼ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη κοιμᾶτʼ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη, Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο, πὰρ δὲ δύʼ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι, σταθμοῖιν ἑκάτερθε· θύραι δʼ ἐπέκειντο φαειναί. ἡ δʼ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,
Odysseia
·Kitap 6
·1-20