…
τὸν δʼ ἄρʼ ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος Ξάνθος, ἄφαρ δʼ ἤμυσε καρήατι· πᾶσα δὲ χαίτη ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν· αὐδήεντα δʼ ἔθηκε θεὰ λευκώλενος Ἥρη· καὶ λίην σʼ ἔτι νῦν γε σαώσομεν ὄβριμʼ Ἀχιλλεῦ· ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον· οὐδέ τοι ἡμεῖς αἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή. οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε Τρῶες ἀπʼ ὤμοιιν Πατρόκλου τεύχεʼ ἕλοντο· ἀλλὰ θεῶν ὤριστος, ὃν ἠΰκομος τέκε Λητώ, ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε. νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν, ἥν περ ἐλαφροτάτην φάσʼ ἔμμεναι· ἀλλὰ σοὶ αὐτῷ μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι. ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· Ξάνθε τί μοι θάνατον μαντεύεαι; οὐδέ τί σε χρή.
İlyada
·Kitap 19
·401-420
· · ·
…
Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι σύνθεσθʼ Ἀργεῖοι, μῦθόν τʼ εὖ γνῶτε ἕκαστος. πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον καί τέ με νεικείεσκον· ἐγὼ δʼ οὐκ αἴτιός εἰμι, ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς, οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην, ἤματι τῷ ὅτʼ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων. ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ. πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται, οὐλομένη· τῇ μέν θʼ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπʼ οὔδει πίλναται, ἀλλʼ ἄρα ἥ γε κατʼ ἀνδρῶν κράατα βαίνει βλάπτουσʼ ἀνθρώπους· κατὰ δʼ οὖν ἕτερόν γε πέδησε. καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον ἀνδρῶν ἠδὲ θεῶν φασʼ ἔμμεναι· ἀλλʼ ἄρα καὶ τὸν Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν, ἤματι τῷ ὅτʼ ἔμελλε βίην Ἡρακληείην Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ. ἤτοι ὅ γʼ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι·
İlyada
·Kitap 19
·81-100
· · ·
…
μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν· ἀλλʼ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε· τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν. αὐτὰρ ὅ γʼ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα, ἵππων ἐξάπτων περὶ σῆμʼ ἑτάροιο φίλοιο ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τʼ ἄμεινον. μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς· κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων. τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη· εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν. Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν· αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν
İlyada
·Kitap 24
·41-60
· · ·
…
εἰ γάρ σʼ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σʼ ἐλεήσει, οὐδέ τί σʼ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν ἥμενοι ἐν μεγάρῳ· τῷ δʼ ὥς ποθι Μοῖρα κραταιὴ γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή, ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι ἐσθέμεναι προσφῦσα· τότʼ ἄντιτα ἔργα γένοιτο παιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα, ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων ἑσταότʼ οὔτε φόβου μεμνημένον οὔτʼ ἀλεωρῆς. τὴν δʼ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής· μή μʼ ἐθέλοντʼ ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴ ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις. εἰ μὲν γάρ τίς μʼ ἄλλος ἐπιχθονίων ἐκέλευεν,
İlyada
·Kitap 24
·201-220