Ὠκαλέην Μεδεῶνά τʼ ἐϋκτίμενον πτολίεθρον, Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην, οἵ τε Κορώνειαν καὶ ποιήενθʼ Ἁλίαρτον, οἵ τε Πλάταιαν ἔχον ἠδʼ οἳ Γλισᾶντʼ ἐνέμοντο, οἵ θʼ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον, Ὀγχηστόν θʼ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος, οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν Νῖσάν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν· τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον. οἳ δʼ Ἀσπληδόνα ναῖον ἰδʼ Ὀρχομενὸν Μινύειον, τῶν ἦρχʼ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο, παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ· τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο, οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα,
İlyada
·Kitap 2
·501-520
· · ·
…
τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι, τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺς τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης ἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμων ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε, δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται. ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι, καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη, θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή. καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν, ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε, Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,
Odysseia
·Kitap 11
·281-300
· · ·
…
ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο. ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά, ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι, αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην, δόρπον ἔπειθʼ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι, καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες· ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος· εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης, συμφερόμεσθα μάχῃ Διί τʼ εὐχόμενοι καὶ Ἀθήνῃ. ἀλλʼ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος, πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους, Μούλιον αἰχμητήν· γαμβρὸς δʼ ἦν Αὐγείαο, πρεσβυτάτην δὲ θύγατρʼ εἶχε ξανθὴν Ἀγαμήδην, ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών.
İlyada
·Kitap 11
·722-741