…
ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω βουλῇ καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων. αἰχμὰς δʼ αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν. ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ. εὗρʼ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον ἑσταότʼ· ἀμφὶ δʼ Ἀθηναῖοι μήστωρες ἀϋτῆς· αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς, πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς, ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντες ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο. τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος, καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δʼ ἄλλους;
İlyada
·Kitap 4
·321-340
· · ·
…
Τεῦκρος δʼ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι· Ἕκτωρ δʼ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ. ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος τυτθόν· ὃ δʼ Ἀμφίμαχον Κτεάτου υἷʼ Ἀκτορίωνος νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί· δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. Ἕκτωρ δʼ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο· Αἴας δʼ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ Ἕκτορος· ἀλλʼ οὔ πῃ χροὸς εἴσατο, πᾶς δʼ ἄρα χαλκῷ σμερδαλέῳ κεκάλυφθʼ· ὃ δʼ ἄρʼ ἀσπίδος ὀμφαλὸν οὖτα, ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὃ δὲ χάσσατʼ ὀπίσσω νεκρῶν ἀμφοτέρων, τοὺς δʼ ἐξείρυσσαν Ἀχαιοί. Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν· Ἴμβριον αὖτʼ Αἴαντε μεμαότε θούριδος ἀλκῆς ὥς τε δύʼ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε,
İlyada
·Kitap 13
·181-200
· · ·
…
ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον οἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δʼ ἄρα τοῖσιν ἦρχʼ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δʼ ἅμʼ ἕποντο Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰς· αὐτὰρ Ἐπειῶν Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε, πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης. ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς· αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο. οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο·
İlyada
·Kitap 13
·681-700
· · ·
Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων. τῷ δʼ ἅμʼ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι· τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα, κὰδ δʼ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ· ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν· τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς. τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας· Νέστωρ οἶος ἔριζεν· ὃ γὰρ προγενέστερος ἦεν· τῷ δʼ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο. Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας, στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες. οἳ δʼ Ἄργός τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας,
İlyada
·Kitap 2
·541-560
· · ·
…
ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε μέγας Τελαμώνιος Αἴας. αὐτίκʼ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα· Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης, ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι· αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο· αἶψα δʼ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω. ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας, καί οἱ Τεῦκρος ἅμʼ ᾖε κασίγνητος καὶ ὄπατρος· τοῖς δʼ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα. εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δʼ ἵκοντο, οἳ δʼ ἐπʼ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες· σὺν δʼ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δʼ ἀϋτή. Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς
İlyada
·Kitap 12
·361-380
· · ·
…
ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τʼ ἀθανάτω τε ἔσσεσθʼ, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν· νῦν δʼ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι, ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν. ὣς ἔφατʼ, οὐδὲ Γλαῦκος ἀπετράπετʼ οὐδʼ ἀπίθησε· τὼ δʼ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε. τοὺς δὲ ἰδὼν ῥίγησʼ υἱὸς Πετεῶο Μενεσθεύς· τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες. πάπτηνεν δʼ ἀνὰ πύργον Ἀχαιῶν εἴ τινʼ ἴδοιτο ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι· ἐς δʼ ἐνόησʼ Αἴαντε δύω πολέμου ἀκορήτω ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα ἐγγύθεν· ἀλλʼ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν· τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δʼ οὐρανὸν ἷκε, βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν καὶ πυλέων· πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατʼ αὐτὰς
İlyada
·Kitap 12
·321-340
· · ·
…
οἳ δʼ ὥς τʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγʼ οἰῶν θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ ἐλθόντʼ ἐξαπίνης σημάντορος οὐ παρεόντος, ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλων ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν. ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης. Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε, τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων, τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον· Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν. ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς· Ἴασος αὖτʼ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο, υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο. Μηκιστῆ δʼ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δʼ ἕλε δῖος Ἀγήνωρ.
İlyada
·Kitap 15
·321-340