…
μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε ὡς ἦν· ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισι. Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον, Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς, Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ. καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς Οἰνεὺς ῥέξʼ· ἄλλοι δὲ θεοὶ δαίνυνθʼ ἑκατόμβας, οἴῃ δʼ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο. ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν· ἀάσατο δὲ μέγα θυμῷ. ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα, ὃς κακὰ πόλλʼ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν· πολλὰ δʼ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων. τὸν δʼ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας
İlyada
·Kitap 9
·525-544
· · ·
…
ἣ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι, Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων. ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε, τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντο τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες· ἀλλʼ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων, ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης Ἴδεώ θʼ, ὃς κάρτιστος ἐπιχθονίων γένετʼ ἀνδρῶν τῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης, τὴν δὲ τότʼ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκʼ ἄρʼ αὐτῆς μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων·
İlyada
·Kitap 9
·545-564
· · ·
…
καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις λίσσετʼ ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα κήδεʼ, ὅσʼ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ· ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας. τοῦ δʼ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα, βῆ δʼ ἰέναι, χροῒ δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα. ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ εἴξας ᾧ θυμῷ· τῷ δʼ οὐκέτι δῶρα τέλεσσαν πολλά τε καὶ χαρίεντα, κακὸν δʼ ἤμυνε καὶ αὔτως. ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη νηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλʼ ἐπὶ δώρων ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί. εἰ δέ κʼ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς
İlyada
·Kitap 9
·585-604
· · ·
…
Κρητῶν δʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν, οἳ Κνωσόν τʼ εἶχον Γόρτυνά τε τειχιόεσσαν, Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας, ἄλλοι θʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο. τῶν μὲν ἄρʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε Μηριόνης τʼ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ· τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο. Τληπόλεμος δʼ Ἡρακλεΐδης ἠΰς τε μέγας τε ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων, οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον. τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν, ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ, τὴν ἄγετʼ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν.
İlyada
·Kitap 2
·641-660