…
ὣς ἄρʼ ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο, ὑψόσʼ ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο. ὡς δʼ ὅτʼ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι ἕρκει ἐνιπλήξωσι, τό θʼ ἑστήκῃ ἐνὶ θάμνῳ, αὖλιν ἐσιέμεναι, στυγερὸς δʼ ὑπεδέξατο κοῖτος, ὣς αἵ γʼ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν. ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν. ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν· τοῦ δʼ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ τάμνον, μήδεά τʼ ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι, χεῖράς τʼ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ. οἱ μὲν ἔπειτʼ ἀπονιψάμενοι χεῖράς τε πόδας τε εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον· αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν·
Odysseia
·Kitap 22
·461-480
· · ·
…
ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ, ἀκρότατον δὲ παρʼ οὐδὸν ἐϋσταθέος μεγάροιο ἦν ὁδὸς ἐς λαύρην, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι. τὴν δʼ Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν ἑσταότʼ ἄγχʼ αὐτῆς· μία δʼ οἴη γίγνετʼ ἐφορμή. τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων· ὦ φίλοι, οὐκ ἂν δή τις ἀνʼ ὀρσοθύρην ἀναβαίη καὶ εἴποι λαοῖσι, βοὴ δʼ ὤκιστα γένοιτο; τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο. τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν· οὔ πως ἔστʼ, Ἀγέλαε διοτρεφές· ἄγχι γὰρ αἰνῶς αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης· καί χʼ εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τʼ ἄλκιμος εἴη. ἀλλʼ ἄγεθʼ, ὑμῖν τεύχεʼ ἐνείκω θωρηχθῆναι ἐκ θαλάμου· ἔνδον γάρ, ὀΐομαι, οὐδέ πη ἄλλῃ
Odysseia
·Kitap 22
·121-140
· · ·
…
βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον, πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη. οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν, ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι. τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν· κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα. ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν, αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι. ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην· ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι, πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες; ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας; τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
Odysseia
·Kitap 17
·361-380
· · ·
…
τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν· ὢ πόποι, οἶον ἔειπε κύων ὀλοφώϊα εἰδώς, τόν ποτʼ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης ἄξω τῆλʼ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι. αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη, ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ. ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας, αὐτὰρ ὁ βῆ, μάλα δʼ ὦκα δόμους ἵκανεν ἄνακτος. αὐτίκα δʼ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν, ἀντίον Εὐρυμάχου· τὸν γὰρ φιλέεσκε μάλιστα. τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο, σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα ἔδμεναι. ἀγχίμολον δʼ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
Odysseia
·Kitap 17
·241-260
· · ·
…
Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής, ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι. τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο· ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς. ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς, φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι· βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην, ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει. ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι; ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ; εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει. τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ· Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,
Odysseia
·Kitap 21
·181-200
· · ·
…
καὶ τοὺς μέν ῥʼ εἴασε καθʼ ἕρκεα καλὰ νέμεσθαι, αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα μειλιχίοισι· ξεῖνʼ, ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν, ἦέ σʼ ἀτιμάζουσι κατὰ μέγαρʼ, ὡς τὸ πάρος περ; τὸν δʼ ἀπαμειβόμενος προσέφη πολυμήτις Ὀδυσσεύς· αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τισαίατο λώβην, ἣν οἵδʼ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδʼ αἰδοῦς μοῖραν ἔχουσιν. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, ἀγχίμολον δέ σφʼ ἦλθε Μελάνθιος, αἰπόλος αἰγῶν. αἶγας ἄγων αἳ πᾶσι μετέρεπον αἰπολίοισι, δεῖπνον μνηστήρεσσι. δύω δʼ ἅμʼ ἕποντο νομῆες. καὶ τὰς μὲν κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ, αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα κερτομίοισι· ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις κατὰ δῶμα ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε; πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐω
Odysseia
·Kitap 20
·161-180
· · ·
…
Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ· ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ, ἣ δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε. καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα Μηκιστηϊάδης καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα. Ἀστύαλον δʼ ἄρʼ ἔπεφνε μενεπτόλεμος Πολυποίτης· Πιδύτην δʼ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν ἔγχεϊ χαλκείῳ, Τεῦκρος δʼ Ἀρετάονα δῖον. Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας Πήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρως φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν. Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην
İlyada
·Kitap 6
·21-40
· · ·
…
ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε, κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν, αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ, ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων, δεινόν τʼ ἀργαλέον τε, νεμεσσῶμαι δέ τʼ ἀκούων εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι. οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι καὶ ὀϊστῶν· ἀλλʼ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί. ὣς φάτο, καί ῥʼ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν· ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ, πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπʼ αὐτοῦ, ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος, ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ, τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.
Odysseia
·Kitap 21
·161-180
· · ·
…
ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν, ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα· ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν, αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν, ὄφρʼ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν. οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός, τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς· κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης· ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει· Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα λίσσομʼ, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε, νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν· ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κʼ ἐθέλῃσιν.
Odysseia
·Kitap 21
·261-280
· · ·
…
εὖθʼ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν, τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν, τῇ δʼ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ, Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε· δὴ τότε γʼ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων· τὼ δʼ ἄρʼ ἐπαΐξανθʼ ἑλέτην ἔρυσάν τέ μιν εἴσω κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ, σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ εὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς· σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε κίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι. τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα· νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις, εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν· οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι. ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ·
Odysseia
·Kitap 22
·181-200
· · ·
…
ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν, εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο. ἔνθεν δώδεκα μὲν σάκεʼ ἔξελε, τόσσα δὲ δοῦρα καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας· βῆ δʼ ἴμεναι, μάλα δʼ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν. καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ, ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα μακρὰ τινάσσοντας· μέγα δʼ αὐτῷ φαίνετο ἔργον. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα· Τηλέμαχʼ, ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γʼ ἤμβροτον οὐδέ τις ἄλλος αἴτιος ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν κάλλιπον ἀγκλίνας· τῶν δὲ σκοπὸς ἦεν ἀμείνων. ἀλλʼ ἴθι, δῖʼ Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο καὶ φράσαι ἤ τις ἄρʼ ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει, ἢ υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀΐω. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
Odysseia
·Kitap 22
·141-160