TR EN AR
← جميع الأسماء

Melantheus

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

3 مقطع · insan
يُعرف بـ

Μελανθεύς



τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν· ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή, Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός. ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. ἐλθόντες δʼ ἐς δώματʼ Ὀδυσσῆος θείοιο χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας, ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην· σπλάγχνα δʼ ἄρʼ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης. σῖτον δέ σφʼ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν, καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν, ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν, δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν· πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν

Odysseia ·Kitap 20 ·241-260

· · ·



ἀλλʼ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται, τὴν ποίησʼ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ· ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος, πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ ὑψόθεν ἐκ πέτρης· βωμὸς δʼ ἐφύπερθε τέτυκτο νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται· ἔνθα σφέας ἐκίχανʼ υἱὸς Δολίοιο Μελανθεὺς αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι, δεῖπνον μνηστήρεσσι· δύω δʼ ἅμʼ ἕποντο νομῆες. τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν, ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος· νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει, ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον. πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα, πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;

Odysseia ·Kitap 17 ·201-220

· · ·



ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν, εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο. ἔνθεν δώδεκα μὲν σάκεʼ ἔξελε, τόσσα δὲ δοῦρα καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας· βῆ δʼ ἴμεναι, μάλα δʼ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν. καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ, ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα μακρὰ τινάσσοντας· μέγα δʼ αὐτῷ φαίνετο ἔργον. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα· Τηλέμαχʼ, ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γʼ ἤμβροτον οὐδέ τις ἄλλος αἴτιος ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν κάλλιπον ἀγκλίνας· τῶν δὲ σκοπὸς ἦεν ἀμείνων. ἀλλʼ ἴθι, δῖʼ Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο καὶ φράσαι ἤ τις ἄρʼ ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει, ἢ υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀΐω. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

Odysseia ·Kitap 22 ·141-160