…
σὺ δέ μοι χαίρων ἀφίκοιο οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν. ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, ὁ δʼ ἐδέξατο χαίρων. καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ· τοὺς δʼ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος. ἑζέσθην δʼ ἄρʼ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος, νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα· εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων· πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας·
Odysseia
·Kitap 15
·121-140
· · ·
…
τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, βούλομαι ἤδη νεῖσθαι ἐφʼ ἡμέτερʼ· οὐ γὰρ ὄπισθεν οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσιν· μὴ πατέρʼ ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι, ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος, αὐτίκʼ ἄρʼ ᾗ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων. ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς, ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπʼ αὐτοῦ· τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος ὀπτῆσαί τε κρεῶν· ὁ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας. αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα, οὐκ οἶος, ἅμα τῷ γʼ Ἑλένη κίε καὶ Μεγαπένθης.
Odysseia
·Kitap 15
·81-100
· · ·
…
τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ. τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν· ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον. τὴν ἄρʼ ὅ γʼ ἔνθʼ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν. υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην, ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης ἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον, ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδʼ ἐρατεινήν, Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης. ὣς οἱ μὲν δαίνυντο καθʼ ὑψερεφὲς μέγα δῶμα γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο, τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτούς, μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους. τὼ δʼ αὖτʼ ἐν προθύροισι δόμων αὐτώ τε καὶ ἵππω,
Odysseia
·Kitap 4
·1-20