Ἶρις δʼ αὖθʼ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι, τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην. τὴν δʼ εὗρʼ ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε δίπλακα πορφυρέην, πολέας δʼ ἐνέπασσεν ἀέθλους Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, οὕς ἑθεν εἵνεκʼ ἔπασχον ὑπʼ Ἄρηος παλαμάων· ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· δεῦρʼ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο· οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται, ἀσπίσι κεκλιμένοι, παρὰ δʼ ἔγχεα μακρὰ πέπηγεν. αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο· τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις. ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων·
İlyada
·Kitap 3
·121-140
· · ·
…
ἀλλʼ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέʼ ἵκανε ξεστῇς αἰθούσῃσι τετυγμένον· αὐτὰρ ἐν αὐτῷ πεντήκοντʼ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι, κουράων δʼ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς δώδεκʼ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ κοιμῶντο Πριάμοιο παρʼ αἰδοίῃς ἀλόχοισιν· ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην· ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας; ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν μαρνάμενοι περὶ ἄστυ· σὲ δʼ ἐνθάδε θυμὸς ἀνῆκεν ἐλθόντʼ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν. ἀλλὰ μένʼ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω, ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα.
İlyada
·Kitap 6
·241-260
· · ·
Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι, αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν. εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης γαμβρός κέν οἱ ἔοις· τίσει δέ σε ἶσον Ὀρέστῃ, ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ. τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα, τάων ἥν κʼ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι πρὸς οἶκον Πηλῆος· ὃ δʼ αὖτʼ ἐπὶ μείλια δώσει πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί· ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν. πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος· ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται, οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας. ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο. εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον
İlyada
·Kitap 9
·281-300
· · ·
…
τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα, τάων ἥν κʼ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω πρὸς οἶκον Πηλῆος· ἐγὼ δʼ ἐπὶ μείλια δώσω πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί· ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν. πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος· ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται, οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας. ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο. δμηθήτω· Ἀΐδης τοι ἀμείλιχος ἠδʼ ἀδάμαστος, τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων· καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι
İlyada
·Kitap 9
·141-160