…
αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδʼ Ἱππολόχοιο· Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι, καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρʼ ὄχθας καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο; τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι, ὄφρά τις ὧδʼ εἴπῃ Λυκίων πύκα θωρηκτάων· οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα οἶνόν τʼ ἔξαιτον μελιηδέα· ἀλλʼ ἄρα καὶ ἲς
İlyada
·Kitap 12
·301-320
· · ·
…
ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος ἵστατʼ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα, ἄντα δʼ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη· Ἥρῃ δʼ ἀντέστη χρυσηλάκατος κελαδεινὴ Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο· Λητοῖ δʼ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς, ἄντα δʼ ἄρʼ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης, ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον. ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ Ἀχιλλεὺς Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον Πριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν. Αἰνείαν δʼ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ·
İlyada
·Kitap 20
·61-80
· · ·
Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή· πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθʼ ἴθυσε μάχη πεδίοιο ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων. Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν Τρώων ῥῆξε φάλαγγα, φόως δʼ ἑτάροισιν ἔθηκεν, ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο υἱὸν Ἐϋσσώρου Ἀκάμαντʼ ἠΰν τε μέγαν τε. τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης, ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν. Ἄξυλον δʼ ἄρʼ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ ἀφνειὸς βιότοιο, φίλος δʼ ἦν ἀνθρώποισι. πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων. ἀλλά οἱ οὔ τις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρον πρόσθεν ὑπαντιάσας, ἀλλʼ ἄμφω θυμὸν ἀπηύρα αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθʼ ἵππων ἔσκεν ὑφηνίοχος· τὼ δʼ ἄμφω γαῖαν ἐδύτην. Δρῆσον δʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε·
İlyada
·Kitap 6
·1-20
· · ·
…
Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς τῆλʼ ἐξ Ἀσκανίης· μέμασαν δʼ ὑσμῖνι μάχεσθαι. Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη, οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας. Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων, οἳ Μίλητον ἔχον Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλον Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα· τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην, Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα, ὃς καὶ χρυσὸν ἔχων πόλεμον δʼ ἴεν ἠΰτε κούρη νήπιος, οὐδέ τί οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον, ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο ἐν ποταμῷ, χρυσὸν δʼ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων. Σαρπηδὼν δʼ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.
İlyada
·Kitap 2
·861-877
· · ·
…
ἔνθʼ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν, τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί, τὸν δʼ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρʼ ὦμον πλῆξʼ, ἀπὸ δʼ αὐχένος ὦμον ἐέργαθεν ἠδʼ ἀπὸ νώτου. τοὺς μὲν ἔασʼ, ὃ δʼ Ἄβαντα μετῴχετο καὶ Πολύειδον υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος· τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατʼ ὀνείρους, ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε· βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε ἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ, υἱὸν δʼ οὐ τέκετʼ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι. ἔνθʼ ὅ γε τοὺς ἐνάριζε, φίλον δʼ ἐξαίνυτο θυμὸν ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ λεῖπʼ, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο. ἔνθʼ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε.
İlyada
·Kitap 5
·141-160
· · ·
…
τὸν δʼ ἄρʼ ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος Ξάνθος, ἄφαρ δʼ ἤμυσε καρήατι· πᾶσα δὲ χαίτη ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν· αὐδήεντα δʼ ἔθηκε θεὰ λευκώλενος Ἥρη· καὶ λίην σʼ ἔτι νῦν γε σαώσομεν ὄβριμʼ Ἀχιλλεῦ· ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον· οὐδέ τοι ἡμεῖς αἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή. οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε Τρῶες ἀπʼ ὤμοιιν Πατρόκλου τεύχεʼ ἕλοντο· ἀλλὰ θεῶν ὤριστος, ὃν ἠΰκομος τέκε Λητώ, ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε. νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν, ἥν περ ἐλαφροτάτην φάσʼ ἔμμεναι· ἀλλὰ σοὶ αὐτῷ μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι. ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· Ξάνθε τί μοι θάνατον μαντεύεαι; οὐδέ τί σε χρή.
İlyada
·Kitap 19
·401-420
· · ·
…
στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν· ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθʼ εὕδεις ἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σʼ εἴασεν Ἀχιλλεύς. καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δʼ ἔδωκας· σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κʼ Ἀγαμέμνων γνώῃ σʼ Ἀτρεΐδης, γνώωσι δὲ πάντες Ἀχαιοί. ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων, κήρυκα δʼ ἀνίστη. τοῖσιν δʼ Ἑρμείας ζεῦξʼ ἵππους ἡμιόνους τε, ῥίμφα δʼ ἄρʼ αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω. ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον, Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν, οἳ δʼ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος ἔγνω πρόσθʼ ἀνδρῶν καλλιζώνων τε γυναικῶν, ἀλλʼ ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ Πέργαμον εἰσαναβᾶσα φίλον πατέρʼ εἰσενόησεν
İlyada
·Kitap 24
·681-700
· · ·
…
ἵππους δʼ Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε, τὸν μετʼ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα, πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν. τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην, τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο. ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει, τόν ῥά ποτʼ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγʼ Ἀχιλλεύς, ὃς καὶ θνητὸς ἐὼν ἕπεθʼ ἵπποις ἀθανάτοισι. Μυρμιδόνας δʼ ἄρʼ ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν· οἳ δὲ λύκοι ὣς ὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή, οἵ τʼ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες δάπτουσιν· πᾶσιν δὲ παρήϊον αἵματι φοινόν· καί τʼ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου
İlyada
·Kitap 16
·141-160
· · ·
Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν· υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν· ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς; ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται; κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο· ἀλλʼ ἄγετʼ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ἔνθʼ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον· Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες; φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδʼ ἐπικούρων οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι. τῶν νῦν οὔ τινʼ ἐγὼ ἰδέειν δύναμʼ οὐδὲ νοῆσαι, ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα· ἡμεῖς δὲ μαχόμεσθʼ οἵ πέρ τʼ ἐπίκουροι ἔνειμεν. καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω· τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι, ἔνθʼ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,
İlyada
·Kitap 5
·461-480
· · ·
…
ὡς δʼ ὅθʼ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται φευγέμεναι ποταμὸν δέ· τὸ δὲ φλέγει ἀκάματον πῦρ ὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθʼ ὕδωρ· ὣς ὑπʼ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν. αὐτὰρ ὃ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπʼ ὄχθῃ κεκλιμένον μυρίκῃσιν, ὃ δʼ ἔσθορε δαίμονι ἶσος φάσγανον οἶον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα, τύπτε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς
İlyada
·Kitap 21
·1-20