TR EN AR
← جميع الأسماء

Kheiron

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

4 مقطع · insan
يُعرف بـ

Χείρων



ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· ὄρσʼ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων, ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν, ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· βὰν δʼ ἰέναι καθʼ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν. ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι ξανθὸς Μενέλαος βλήμενος ἦν, περὶ δʼ αὐτὸν ἀγηγέραθʼ ὅσσοι ἄριστοι κυκλόσʼ, ὃ δʼ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς, αὐτίκα δʼ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν· τοῦ δʼ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι. λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδʼ ὑπένερθε ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες. αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθʼ ἔμπεσε πικρὸς ὀϊστός, αἷμʼ ἐκμυζήσας ἐπʼ ἄρʼ ἤπια φάρμακα εἰδὼς πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων. ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον,

İlyada ·Kitap 4 ·201-220

· · ·



ἵππους δʼ Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε, τὸν μετʼ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα, πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν. τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην, τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο. ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει, τόν ῥά ποτʼ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγʼ Ἀχιλλεύς, ὃς καὶ θνητὸς ἐὼν ἕπεθʼ ἵπποις ἀθανάτοισι. Μυρμιδόνας δʼ ἄρʼ ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν· οἳ δὲ λύκοι ὣς ὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή, οἵ τʼ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες δάπτουσιν· πᾶσιν δὲ παρήϊον αἵματι φοινόν· καί τʼ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου

İlyada ·Kitap 16 ·141-160

· · ·



πειρήθη δʼ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς, εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα· τῷ δʼ εὖτε πτερὰ γίγνετʼ, ἄειρε δὲ ποιμένα λαῶν. ἐκ δʼ ἄρα σύριγγος πατρώϊον ἐσπάσατʼ ἔγχος βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς, Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν· ἵππους δʼ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες ζεύγνυον· ἀμφὶ δὲ καλὰ λέπαδνʼ ἕσαν, ἐν δὲ χαλινοὺς γαμφηλῇς ἔβαλον, κατὰ δʼ ἡνία τεῖναν ὀπίσσω κολλητὸν ποτὶ δίφρον. ὃ δὲ μάστιγα φαεινὴν χειρὶ λαβὼν ἀραρυῖαν ἐφʼ ἵπποιιν ἀνόρουσεν Αὐτομέδων· ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ Ὑπερίων, σμερδαλέον δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο· Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης

İlyada ·Kitap 19 ·381-400

· · ·



οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε χερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν. ἀλλʼ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν, μηροῦ δʼ ἔκταμʼ ὀϊστόν, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δʼ ἤπια φάρμακα πάσσε ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι, ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων. ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος κεῖσθαι· ὃ δʼ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα. τὸν δʼ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός· πῶς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλʼ ἥρως; ἔρχομαι ὄφρʼ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν· ἀλλʼ οὐδʼ ὧς περ σεῖο μεθήσω τειρομένοιο.

İlyada ·Kitap 11 ·822-841