TR EN AR
← جميع الأسماء

Kastor

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

3 مقطع · insan
يُعرف بـ

Κάστωρ



ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο, αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν. ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων εἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα οὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπεν ἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωντα γιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή. ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων, οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ, ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον

Odysseia ·Kitap 14 ·201-220

· · ·



τὸ τρίτον αὖτʼ Αἴαντα ἰδὼν ἐρέεινʼ ὃ γεραιός· τίς τὰρ ὅδʼ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους; τὸν δʼ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν· οὗτος δʼ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν· Ἰδομενεὺς δʼ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς ἕστηκʼ, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται. πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο. νῦν δʼ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς, οὕς κεν ἐῢ γνοίην καί τʼ οὔνομα μυθησαίμην· δοιὼ δʼ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ. ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς, ἢ δεύρω μὲν ἕποντο νέεσσʼ ἔνι ποντοπόροισι,

İlyada ·Kitap 3 ·221-240

· · ·



τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι, τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺς τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης ἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμων ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε, δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται. ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι, καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη, θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή. καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν, ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε, Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,

Odysseia ·Kitap 11 ·281-300