TR EN AR
← جميع الأسماء

Iphiklos

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

3 مقطع · insan
يُعرف بـ

Ἴφικλος



οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν· ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου ὁπλότερος γενεῇ· ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων ἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ δεύονθʼ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα· τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν, τῶν ἦρχʼ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν Εὔμηλος, τὸν ὑπʼ Ἀδμήτῳ τέκε δῖα γυναικῶν Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη. οἳ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν, τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς ἑπτὰ νεῶν· ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκοντα ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.

İlyada ·Kitap 2 ·701-720

· · ·



ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον οἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δʼ ἄρα τοῖσιν ἦρχʼ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δʼ ἅμʼ ἕποντο Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰς· αὐτὰρ Ἐπειῶν Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε, πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης. ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς· αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο. οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο·

İlyada ·Kitap 13 ·681-700

· · ·



ὣς εἰπὼν ἐν χερσὶ τίθει· ὃ δʼ ἐδέξατο χαίρων, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες· οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα φίλος πόδες, οὐδέ τι χεῖρες ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί. εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη ὡς ὁπότε κρείοντʼ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ Βουπρασίῳ, παῖδες δʼ ἔθεσαν βασιλῆος ἄεθλα· ἔνθʼ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετʼ, οὔτʼ ἄρʼ Ἐπειῶν οὔτʼ αὐτῶν Πυλίων οὔτʼ Αἰτωλῶν μεγαθύμων. πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν, Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη· Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα, δουρὶ δʼ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον. οἴοισίν μʼ ἵπποισι παρήλασαν Ἀκτορίωνε πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης, οὕνεκα δὴ τὰ μέγιστα παρʼ αὐτόθι λείπετʼ ἄεθλα.

İlyada ·Kitap 23 ·621-640