TR EN AR
← جميع الأسماء

Imbrios

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

3 مقطع · insan
يُعرف بـ

Ἴμβριος



Τεῦκρος δʼ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι· Ἕκτωρ δʼ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ. ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος τυτθόν· ὃ δʼ Ἀμφίμαχον Κτεάτου υἷʼ Ἀκτορίωνος νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί· δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. Ἕκτωρ δʼ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο· Αἴας δʼ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ Ἕκτορος· ἀλλʼ οὔ πῃ χροὸς εἴσατο, πᾶς δʼ ἄρα χαλκῷ σμερδαλέῳ κεκάλυφθʼ· ὃ δʼ ἄρʼ ἀσπίδος ὀμφαλὸν οὖτα, ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὃ δὲ χάσσατʼ ὀπίσσω νεκρῶν ἀμφοτέρων, τοὺς δʼ ἐξείρυσσαν Ἀχαιοί. Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν· Ἴμβριον αὖτʼ Αἴαντε μεμαότε θούριδος ἀλκῆς ὥς τε δύʼ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε,

İlyada ·Kitap 13 ·181-200

· · ·



βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο. οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει. Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν· ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν, κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην· αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι, ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, ναῖε δὲ πὰρ Πριάμῳ· ὃ δέ μιν τίεν ἶσα τέκεσσι. τόν ῥʼ υἱὸς Τελαμῶνος ὑπʼ οὔατος ἔγχεϊ μακρῷ νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ αὖτʼ ἔπεσεν μελίη ὣς ἥ τʼ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ·

İlyada ·Kitap 13 ·161-180

· · ·



ἕνδεκα δʼ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν ἐλθὼν ἐκ Λήμνοιο· δυωδεκάτῃ δέ μιν αὖτις χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλε πέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι. τὸν δʼ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδʼ ἔχεν ἔγχος, ἀλλὰ τὰ μέν ῥʼ ἀπὸ πάντα χαμαὶ βάλε· τεῖρε γὰρ ἱδρὼς φεύγοντʼ ἐκ ποταμοῦ, κάματος δʼ ὑπὸ γούνατʼ ἐδάμνα· ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι· ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος, οἷον δὴ καὶ ὅδʼ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ Λῆμνον ἐς ἠγαθέην πεπερημένος· οὐδέ μιν ἔσχε πόντος ἁλὸς πολιῆς, ὃ πολέας ἀέκοντας ἐρύκει. ἀλλʼ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο

İlyada ·Kitap 21 ·41-60