Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι. τῇ μέν τʼ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι τρήρωνες, ταί τʼ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν, ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη· ἀλλʼ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι. τῇ δʼ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται, ἀλλά θʼ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν κύμαθʼ ἁλὸς φορέουσι πυρός τʼ ὀλοοῖο θύελλαι. οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς, Ἀργὼ πᾶσι μέλουσα, παρʼ Αἰήταο πλέουσα. καὶ νύ κε τὴν ἔνθʼ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας, ἀλλʼ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων. οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε κυανέη· τὸ μὲν οὔ ποτʼ ἐρωεῖ, οὐδέ ποτʼ αἴθρη κείνου ἔχει κορυφὴν οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρῃ. οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδʼ ἐπιβαίη, οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν· πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα. μέσσῳ δʼ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές,
Odysseia
·Kitap 12
·61-80
…
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, δύσετο δʼ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν, βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο. νῆες δʼ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος, τόν ῥʼ ἔτεχʼ Ὑψιπύλη ὑπʼ Ἰήσονι ποιμένι λαῶν. χωρὶς δʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα. ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί, ἄλλοι μὲν χαλκῷ, ἄλλοι δʼ αἴθωνι σιδήρῳ, ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δʼ αὐτῇσι βόεσσιν, ἄλλοι δʼ ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν. παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδʼ ἐπίκουροι· παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς σμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει· οἶνον δʼ ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη
İlyada
·Kitap 7
·461-480
…
ἕνδεκα δʼ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν ἐλθὼν ἐκ Λήμνοιο· δυωδεκάτῃ δέ μιν αὖτις χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλε πέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι. τὸν δʼ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδʼ ἔχεν ἔγχος, ἀλλὰ τὰ μέν ῥʼ ἀπὸ πάντα χαμαὶ βάλε· τεῖρε γὰρ ἱδρὼς φεύγοντʼ ἐκ ποταμοῦ, κάματος δʼ ὑπὸ γούνατʼ ἐδάμνα· ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι· ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος, οἷον δὴ καὶ ὅδʼ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ Λῆμνον ἐς ἠγαθέην πεπερημένος· οὐδέ μιν ἔσχε πόντος ἁλὸς πολιῆς, ὃ πολέας ἀέκοντας ἐρύκει. ἀλλʼ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο
İlyada
·Kitap 21
·41-60