TR EN AR
← جميع الأسماء

Hippodameia

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

3 مقطع · insan
يُعرف بـ

Ἱπποδάμεια



Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας· τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ οἳ περὶ Δωδώνην δυσχείμερον οἰκίʼ ἔθεντο, οἵ τʼ ἀμφʼ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο ὅς ῥʼ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ, οὐδʼ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ, ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτʼ ἔλαιον· ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ. Μαγνήτων δʼ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός, οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε, τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·

İlyada ·Kitap 2 ·741-760

· · ·



ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν· οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη· κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν, εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί. κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα· καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι, λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος. ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων, ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε, καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·

Odysseia ·Kitap 18 ·181-200

· · ·



Ἰδομενεὺς δʼ οὐ λῆγε μένος μέγα, ἵετο δʼ αἰεὶ ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς. ἔνθʼ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν ἥρωʼ Ἀλκάθοον, γαμβρὸς δʼ ἦν Ἀγχίσαο, πρεσβυτάτην δʼ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί· τοὔνεκα καί μιν γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ· τὸν τόθʼ ὑπʼ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα· οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατʼ οὔτʼ ἀλέασθαι, ἀλλʼ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον·

İlyada ·Kitap 13 ·421-440