…
οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα, ταῦτά τε πάντʼ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο; ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπʼ αὐτῆς, κὰδ δʼ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός· ἐκ δʼ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ. καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον, τρὶς δʼ ἑκάτερθεν ἔδησαν ἐπʼ ὀμφαλόν, αὐτὰρ ἔπειτα ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δʼ ἔκαμψαν. ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπʼ ἀπήνης νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα, ζεῦξαν δʼ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς, τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα. ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὃ γεραιὸς αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ.
İlyada
·Kitap 24
·261-280
· · ·
Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε μήτηρ, ἥ μʼ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος. καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, οὐδέ με λήθεις, ὅττι θεῶν τίς σʼ ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν. οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλʼ ἡβῶν, ἐς στρατόν· οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κʼ ὀχῆα ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων. τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς, μή σε γέρον οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω καὶ ἱκέτην περ ἐόντα, Διὸς δʼ ἀλίτωμαι ἐφετμάς. ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ. Πηλεΐδης δʼ οἴκοιο λέων ὣς ἆλτο θύραζε οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο ἥρως Αὐτομέδων ἠδʼ Ἄλκιμος, οὕς ῥα μάλιστα τῖʼ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα, οἳ τόθʼ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε, ἐς δʼ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος, κὰδ δʼ ἐπὶ δίφρου εἷσαν· ἐϋξέστου δʼ ἀπʼ ἀπήνης ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα. κὰδ δʼ ἔλιπον δύο φάρεʼ ἐΰννητόν τε χιτῶνα,
İlyada
·Kitap 24
·561-580
· · ·
…
τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν. Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχʼ ἱεροῖσιν· οὐ γάρ πω ἰδόμην, οὐδʼ ἔκλυον αὐδήσαντος ἄνδρʼ ἕνα τοσσάδε μέρμερʼ ἐπʼ ἤματι μητίσασθαι, ὅσσʼ Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο. ἔργα δʼ ἔρεξʼ ὅσα φημὶ μελησέμεν Ἀργείοισι δηθά τε καὶ δολιχόν· τόσα γὰρ κακὰ μήσατʼ Ἀχαιούς. ἀλλʼ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον ῥίμφα θέων παρὰ νῆας· ἐγὼ δʼ ἐπὶ Νέστορα δῖον εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κʼ ἐθέλῃσιν ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδʼ ἐπιτεῖλαι. κείνῳ γάρ κε μάλιστα πιθοίατο· τοῖο γὰρ υἱὸς σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων Μηριόνης· τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·
İlyada
·Kitap 10
·41-60
· · ·
…
αὐτὰρ ὃ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι, κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν, Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα, αὐτὰρ ἔπειτʼ Αἴαντε δύω καὶ Τυδέος υἱόν, ἕκτον δʼ αὖτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον. αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος· ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο. βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο· τοῖσιν δʼ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων· Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα, Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι χαλκῷ ῥωγαλέον· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν. ὣς ἔφατʼ, οὐδʼ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων, ἀλλʼ ὅ γε δέκτο μὲν ἱρά, πόνον δʼ ἀμέγαρτον ὄφελλεν.
İlyada
·Kitap 2
·401-420