TR EN AR
← جميع الأسماء

Gargaron

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

4 مقطع · insan
يُعرف بـ

Γάργαρον

Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τινʼ ἀνδρῶν ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω χρύσεον· οὐδʼ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ, οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι. ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν· τοῖσι δʼ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην, λωτόν θʼ ἑρσήεντα ἰδὲ κρόκον ἠδʼ ὑάκινθον πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσʼ ἔεργε. τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο καλὴν χρυσείην· στιλπναὶ δʼ ἀπέπιπτον ἔερσαι. ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ, ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δʼ ἀγκὰς ἄκοιτιν· βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ· ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε, καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρʼ ἔτι εὕδει Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμʼ ἐκάλυψα· Ἥρη δʼ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι. ὣς εἰπὼν ὃ μὲν ᾤχετʼ ἐπὶ κλυτὰ φῦλʼ ἀνθρώπων,

İlyada ·Kitap 14 ·342-361

· · ·



Ἴδην δʼ ἱκέσθην πολυπίδακα μητέρα θηρῶν Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα· τὼ δʼ ἐπὶ χέρσου βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη. ἔνθʼ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότʼ ἐν Ἴδῃ μακροτάτη πεφυυῖα διʼ ἠέρος αἰθέρʼ ἵκανεν· ἔνθʼ ἧστʼ ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσι χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν. Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον Ἴδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς. ὡς δʼ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν, οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας. στῆ δʼ αὐτῆς προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Ἥρη πῇ μεμαυῖα κατʼ Οὐλύμπου τόδʼ ἱκάνεις; ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίης. τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης,

İlyada ·Kitap 14 ·282-301

· · ·



ὣς εἰποῦσʼ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα. Ἥρη δʼ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς Ἶρίν θʼ, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι, καί σφεας φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· Ζεὺς σφὼ εἰς Ἴδην κέλετʼ ἐλθέμεν ὅττι τάχιστα· αὐτὰρ ἐπὴν ἔλθητε, Διός τʼ εἰς ὦπα ἴδησθε, ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ. ἣ μὲν ἄρʼ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη, ἕζετο δʼ εἰνὶ θρόνῳ· τὼ δʼ ἀΐξαντε πετέσθην. Ἴδην δʼ ἵκανον πολυπίδακα μητέρα θηρῶν, εὗρον δʼ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο. τὼ δὲ πάροιθʼ ἐλθόντε Διὸς νεφεληγερέταο στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ, ὅττί οἱ ὦκʼ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην. Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα· βάσκʼ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι πάντα τάδʼ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι. παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο

İlyada ·Kitap 15 ·141-160

· · ·



Ἴδην δʼ ἵκανεν πολυπίδακα μητέρα θηρῶν Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις. ἔνθʼ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε λύσας ἐξ ὀχέων, κατὰ δʼ ἠέρα πουλὺν ἔχευεν. αὐτὸς δʼ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν. οἳ δʼ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ ῥίμφα κατὰ κλισίας, ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο. Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν. πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαός, πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει. οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο

İlyada ·Kitap 8 ·41-60