…
ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι, αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις· αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης ἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς. ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς, αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων· Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω. αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ, οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ, ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων, πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι. πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω, ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν, ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ, ἥρωʼ Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
Odysseia
·Kitap 11
·501-520
· · ·
…
ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνιʼ Ἀχιλλεὺς καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν, τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν. αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι, πολλοὶ δʼ Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο, πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ, Ἀργεῖοι δʼ ἐν νηυσὶ φίλην ἐς πατρίδʼ ἔβησαν, δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες. ὅσσοι ἀπʼ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι, Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε
İlyada
·Kitap 12
·1-20
· · ·
…
ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης, τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν, τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ, τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός, ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς· πάντες ἄρʼ οἵ γʼ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ. τοῖς δʼ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ· κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν· οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς, καὶ δʼ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος. ὣς ἔφαθʼ, οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος, ἐν δʼ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο. λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον· ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν, ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.
İlyada
·Kitap 7
·161-180
· · ·
…
αὐτὰρ Ἀχιλλεὺς ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδʼ ἐλεαίρει. ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται, αὐτοί τε κτεινώμεθʼ ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς ἔσθʼ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν. εἴθʼ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη ὡς ὁπότʼ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη ἀμφὶ βοηλασίῃ, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε, ῥύσιʼ ἐλαυνόμενος· ὃ δʼ ἀμύνων ᾗσι βόεσσιν ἔβλητʼ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι, κὰδ δʼ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται. ληΐδα δʼ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν, τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν, ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν.
İlyada
·Kitap 11
·662-681
· · ·
…
Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ· ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ, ἣ δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε. καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα Μηκιστηϊάδης καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα. Ἀστύαλον δʼ ἄρʼ ἔπεφνε μενεπτόλεμος Πολυποίτης· Πιδύτην δʼ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν ἔγχεϊ χαλκείῳ, Τεῦκρος δʼ Ἀρετάονα δῖον. Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας Πήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρως φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν. Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην
İlyada
·Kitap 6
·21-40
· · ·
…
οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε. βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης, οὔτασται δʼ Ὀδυσεὺς δουρικλυτὸς ἠδʼ Ἀγαμέμνων, βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ. τοὺς μέν τʼ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται ἕλκεʼ ἀκειόμενοι· σὺ δʼ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ. μὴ ἐμέ γʼ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς; νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς, οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής. εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ, ἀλλʼ ἐμέ περ πρόες ὦχʼ, ἃμα δʼ ἄλλον λαὸν ὄπασσον Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι. δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι,
İlyada
·Kitap 16
·21-40
· · ·
…
τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἤλυθʼ ἀκωκή· γνὺξ δʼ ἔριπʼ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε. Πήδαιον δʼ ἄρʼ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν ὅς ῥα νόθος μὲν ἔην, πύκα δʼ ἔτρεφε δῖα Θεανὼ ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ. τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί· ἀντικρὺ δʼ ἀνʼ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός· ἤριπε δʼ ἐν κονίῃ, ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν. Εὐρύπυλος δʼ Εὐαιμονίδης Ὑψήνορα δῖον υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου ἀρητὴρ ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ, τὸν μὲν ἄρʼ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός, πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασʼ ὦμον
İlyada
·Kitap 5
·61-80
· · ·
…
Πάτροκλος δʼ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν, τόφρʼ ὅ γʼ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δʼ ἕλκεϊ λυγρῷ φάρμακʼ ἀκέσματʼ ἔπασσε μελαινάων ὀδυνάων. αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε, ᾤμωξέν τʼ ἄρʼ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα· Εὐρύπυλʼ οὐκ ἔτι τοι δύναμαι χατέοντί περʼ ἔμπης ἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν·
İlyada
·Kitap 15
·381-400
· · ·
…
Αἴας δʼ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν. πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν, αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω, πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν, ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι. τὸν δʼ ὡς οὖν ἐνόησʼ Εὐαίμονος ἀγλαὸς υἱὸς Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι, στῆ ῥα παρʼ αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν· Εὐρύπυλος δʼ ἐπόρουσε καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων. τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
İlyada
·Kitap 11
·562-581
· · ·
…
ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων, ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες στῆτʼ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ Αἴανθʼ, ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι φεύξεσθʼ ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλʼ ἄντην ἵστασθʼ ἀμφʼ Αἴαντα μέγαν Τελαμώνιον υἱόν. ὣς ἔφατʼ Εὐρύπυλος βεβλημένος· οἳ δὲ παρʼ αὐτὸν πλησίοι ἔστησαν σάκεʼ ὤμοισι κλίναντες δούρατʼ ἀνασχόμενοι· τῶν δʼ ἀντίος ἤλυθεν Αἴας. στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων. ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο· Νέστορα δʼ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν. τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν.
İlyada
·Kitap 11
·582-601
· · ·
…
ἔνθʼ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γʼ ἥρως παπτήνας, ἐπεὶ ἄρ τινʼ ὀϊστεύσας ἐν ὁμίλῳ βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν, αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν εἰς Αἴανθʼ· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ. ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων; Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδʼ Ὀφελέστην Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον, πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ. τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας· στῆ δὲ παρʼ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε·
İlyada
·Kitap 8
·261-280