TR EN AR
← جميع الأسماء

Eurumedon

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

4 مقطع · insan
يُعرف بـ

Εὐρυμέδων



ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον οὐδὲ καταπτώσσοντʼ οὐδʼ οὐκ ἐθέλοντα μάχεσθαι, ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν. ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ· καὶ τοὺς μὲν θεράπων ἀπάνευθʼ ἔχε φυσιόωντας Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο· τῷ μάλα πόλλʼ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα· αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν· καί ῥʼ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων, τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν· Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς· οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετʼ ἀρωγός, ἀλλʼ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται, ἡμεῖς αὖτʼ ἀλόχους τε φίλας καὶ νήπια τέκνα ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν. οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο,

İlyada ·Kitap 4 ·221-240

· · ·



τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός· τίπτέ με κικλήσκεις Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο; τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ νῦν ὀΐω περὶ γούνατʼ ἐμὰ στήσεσθαι Ἀχαιοὺς λισσομένους· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός. ἀλλʼ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορʼ ἔρειο ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο· ἤτοι μὲν τά γʼ ὄπισθε Μαχάονι πάντα ἔοικε τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός· ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι. ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ, βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν. οἳ δʼ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο, αὐτοὶ μέν ῥʼ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν, ἵππους δʼ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος ἐξ ὀχέων· τοὶ δʼ ἱδρῶ ἀπεψύχοντο χιτώνων

İlyada ·Kitap 11 ·602-621

· · ·



θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι. ἀλλʼ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθʼ ἵκοντο, τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη· οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις πεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆας δαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε, μηδέ τι θυμῷ τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι. δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν· Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα. Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη, ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος, ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν. ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·

Odysseia ·Kitap 7 ·41-60

· · ·



ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι, οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο. τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ Τρωσὶν ἐφʼ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ. Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτην ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ. τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην· Νέστωρ δʼ ἐν χείρεσσι λάβʼ ἡνία σιγαλόεντα, μάστιξεν δʼ ἵππους· τάχα δʼ Ἕκτορος ἄγχι γένοντο. τοῦ δʼ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός· καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ἡνίοχον θεράποντα υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα

İlyada ·Kitap 8 ·101-120