TR EN AR
← جميع الأسماء

Eurulokhos

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

12 مقطع · insan
يُعرف بـ

Εὐρύλοχος



ἐκ νυκτῶν δʼ ἄνεμοι χαλεποί, δηλήματα νηῶν, γίγνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον, ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα, ἢ Νότου ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων. ἀλλʼ ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ δόρπον θʼ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες, ἠῶθεν δʼ ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ. ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι. καὶ τότε δὴ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· Εὐρύλοχʼ, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα. ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον· εἴ κέ τινʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶυ μέγʼ οἰῶν εὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσιν

Odysseia ·Kitap 12 ·281-300

· · ·



ἀλλʼ ἄγετʼ, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν. εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν, αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά. εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων νῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι, βούλομʼ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι, ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ. ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι. αὐτίκα δʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο βοσκέσκονθʼ ἕλικες καλαὶ βόες εὐρυμέτωποι· τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν, φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο· οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός. αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν, μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν

Odysseia ·Kitap 12 ·341-360

· · ·

Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον ἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι, πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο. δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο, Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο. δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ· κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι, ὄφρʼ ὑμῖν εἴπω μαντήια Τειρεσίαο Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο· ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν. ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν. ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ. αὐτίκα δʼ Εὐρύλοχος στυγερῷ μʼ ἠμείβετο μύθῳ· σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι γυῖα κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,

Odysseia ·Kitap 12 ·261-280

· · ·



ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσι· νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε, κτήματα δʼ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα· αὐτοὶ δʼ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι, ὄφρα ἴδηθʼ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκης πίνοντας καὶ ἔδοντας· ἐπηετανὸν γὰρ ἔχουσιν. ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο. Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους· καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· ἆ δειλοί, πόσʼ ἴμεν; τί κακῶν ἱμείρετε τούτων; Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας ἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας, οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ, ὥς περ Κύκλωψ ἔρξʼ, ὅτε οἱ μέσσαυλον ἵκοντο ἡμέτεροι ἕταροι, σὺν δʼ ὁ θρασὺς εἵπετʼ Ὀδυσσεύς· τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα, σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ, τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι,

Odysseia ·Kitap 10 ·421-440

· · ·



οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ, πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκοῦσαι, ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς. ἴδμεν γάρ τοι πάνθʼ ὅσʼ ἐνὶ Τροίῃ εὐρείῃ Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν, ἴδμεν δʼ, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ. ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ ἤθελʼ ἀκουέμεναι, λῦσαί τʼ ἐκέλευον ἑταίρους ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον. αὐτίκα δʼ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε πλείοσί μʼ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον. αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδʼ ἔτʼ ἔπειτα φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τʼ ἀοιδῆς, αἶψʼ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι, ὅν σφιν ἐπʼ ὠσὶν ἄλειψʼ, ἐμέ τʼ ἐκ δεσμῶν ἀνέλυσαν.

Odysseia ·Kitap 12 ·181-200

· · ·



αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρους ἠρίθμεον, ἀρχὸν δὲ μετʼ ἀμφοτέροισιν ὄπασσα· τῶν μὲν ἐγὼν ἦρχον, τῶν δʼ Εὐρύλοχος θεοειδής. κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα· ἐκ δʼ ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο. βῆ δʼ ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσʼ ἑταῖροι κλαίοντες· κατὰ δʼ ἄμμε λίπον γοόωντας ὄπισθεν. εὗρον δʼ ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ· ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες, τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακʼ ἔδωκεν. οὐδʼ οἵ γʼ ὡρμήθησαν ἐπʼ ἀνδράσιν, ἀλλʼ ἄρα τοί γε οὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν. ὡς δʼ ὅτʼ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα σαίνωσʼ, αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ, ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες σαῖνον· τοὶ δʼ ἔδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα. ἔσταν δʼ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο,

Odysseia ·Kitap 10 ·201-220

· · ·

Κίρκης δʼ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ, ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάων λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται. τοῖσι δὲ μύθων ἦρχε Πολίτης ὄρχαμος ἀνδρῶν, ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε· ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸν καλὸν ἀοιδιάει, δάπεδον δʼ ἅπαν ἀμφιμέμυκεν, ἢ θεὸς ἠὲ γυνή· ἀλλὰ φθεγγώμεθα θᾶσσον. ὣς ἄρʼ ἐφώνησεν, τοὶ δὲ φθέγγοντο καλεῦντες. ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο· Εὐρύλοχος δʼ ὑπέμεινεν, ὀισάμενος δόλον εἶναι. εἷσεν δʼ εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε, ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν οἴνῳ Πραμνείῳ ἐκύκα· ἀνέμισγε δὲ σίτῳ φάρμακα λύγρʼ, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης. αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκʼ ἔπειτα ῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ. οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος, ὡς τὸ πάρος περ.

Odysseia ·Kitap 10 ·221-240

· · ·



ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. μῆνα δὲ πάντʼ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλος γίγνετʼ ἔπειτʼ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε. οἱ δʼ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν, τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο. ἀλλʼ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα, καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ, ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο, γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός· δὴ τότʼ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι. ἀλλʼ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους, χεῖρας νιψάμενος, ὅθʼ ἐπὶ σκέπας ἦν ἀνέμοιο, ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν· οἱ δʼ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν. Εὐρύλοχος δʼ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς· κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι.

Odysseia ·Kitap 12 ·321-340

· · ·



ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε ἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ βόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα, ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι, πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ, τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον. πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα, ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη, ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν, Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι. τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν, ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα ἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντο ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων. νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντες παρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι, πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,

Odysseia ·Kitap 11 ·21-40

· · ·



Εὐρύλοχος δʼ αἶψʼ ἦλθε θοὴν ἐπὶ νῆα μέλαιναν ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον. οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενός περ, κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος· ἐν δέ οἱ ὄσσε δακρυόφιν πίμπλαντο, γόον δʼ ὠίετο θυμός. ἀλλʼ ὅτε δή μιν πάντες ἀγασσάμεθʼ ἐξερέοντες, καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον· ἤιομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμʼ Ὀδυσσεῦ· εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰ ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ. ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγʼ ἄειδεν, ἢ θεὸς ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες. ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο· αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀισάμενος δόλον εἶναι. οἱ δʼ ἅμʼ ἀιστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν ἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.

Odysseia ·Kitap 10 ·241-260