TR EN AR
← جميع الأسماء

Eurudamas

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

3 مقطع · insan
يُعرف بـ

Εὐρυδάμας



ἔνθʼ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν, τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί, τὸν δʼ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρʼ ὦμον πλῆξʼ, ἀπὸ δʼ αὐχένος ὦμον ἐέργαθεν ἠδʼ ἀπὸ νώτου. τοὺς μὲν ἔασʼ, ὃ δʼ Ἄβαντα μετῴχετο καὶ Πολύειδον υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος· τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατʼ ὀνείρους, ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε· βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε ἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ, υἱὸν δʼ οὐ τέκετʼ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι. ἔνθʼ ὅ γε τοὺς ἐνάριζε, φίλον δʼ ἐξαίνυτο θυμὸν ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ λεῖπʼ, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο. ἔνθʼ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε.

İlyada ·Kitap 5 ·141-160

· · ·



τὴν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός, κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι, δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν· ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ, πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος· δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος. Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον, ποικίλον· ἐν δʼ ἀρʼ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι χρύσειαι, κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι. ὅρμον δʼ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκʼ ἔνεικε. χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς. ἕρματα δʼ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν, τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή. ἐκ δʼ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα.

Odysseia ·Kitap 18 ·281-300

· · ·



ἔνθʼ αὖτʼ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς, Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης· Κτήσιππον δʼ ἄρʼ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα· ὦ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπαν εἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσιν μῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι. τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτʼ ἔδωκας ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτʼ ἀλητεύοντι. ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος· αὐτὰρ Ὀδυσσεὺς οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ. Τηλέμαχος δʼ Εὐηνορίδην Λειώκριτον οὖτα δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν· ἤριπε δὲ πρηνής, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ. δὴ τότʼ Ἀθηναίη φθισίμβροτον αἰγίδʼ ἀνέσχεν ὑψόθεν ἐξ ὀροφῆς· τῶν δὲ φρένες ἐπτοίηθεν. οἱ δʼ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι· τὰς μέν τʼ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν

Odysseia ·Kitap 22 ·281-300