TR EN AR
← جميع الأسماء

Ereuthalion

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

3 مقطع · insan
يُعرف بـ

Ἐρευθαλίων



ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω. ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχεʼ ἐπόρθεον τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες. ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς· καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ὦ γέρον εἴθʼ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν ὥς τοι γούναθʼ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη· ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν. ἀλλʼ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν·

İlyada ·Kitap 4 ·301-320

· · ·



ἦ κε μέγʼ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδʼ ἀγορητής, ὅς ποτέ μʼ εἰρόμενος μέγʼ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε. τοὺς νῦν εἰ πτώσσοντας ὑφʼ Ἕκτορι πάντας ἀκούσαι, πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω. αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον ἡβῷμʼ ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Κελάδοντι μάχοντο ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα. τοῖσι δʼ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες οὕνεκʼ ἄρʼ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ,

İlyada ·Kitap 7 ·121-140

· · ·



τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε, στεινωπῷ ἐν ὁδῷ ὅθʼ ἄρʼ οὐ κορύνη οἱ ὄλεθρον χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς δουρὶ μέσον περόνησεν, ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη· τεύχεα δʼ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης. καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος· αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα, δῶκε δʼ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι· τοῦ ὅ γε τεύχεʼ ἔχων προκαλίζετο πάντας ἀρίστους. οἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη· ἀλλʼ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν θάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων· καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη. τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα· πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα. εἴθʼ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη· τώ κε τάχʼ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ. ὑμέων δʼ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν οὐδʼ οἳ προφρονέως μέμαθʼ Ἕκτορος ἀντίον ἐλθεῖν.

İlyada ·Kitap 7 ·141-160