…
ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκης οἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα. φιτροὺς δʼ αἶψα ταμόντες, ὅθʼ ἀκροτάτη πρόεχʼ ἀκτή, θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες. αὐτὰρ ἐπεὶ νεκρός τʼ ἐκάη καὶ τεύχεα νεκροῦ, τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες πήξαμεν ἀκροτάτῳ τύμβῳ ἐυῆρες ἐρετμόν. ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν· οὐδʼ ἄρα Κίρκην ἐξ Ἀίδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλʼ ὦκα ἦλθʼ ἐντυναμένη· ἅμα δʼ ἀμφίπολοι φέρον αὐτῇ σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν. ἡ δʼ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων·
Odysseia
·Kitap 12
·1-20
…
ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο. κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα, κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος, οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε· μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο, τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός· τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν· Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν. καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε τέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ. τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν, κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν. καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε
Odysseia
·Kitap 4
·181-200
…
ἡ δὲ μάλʼ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν. ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματʼ ἔταμνεν, ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα· ὃς πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸν ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων, δὴ τότε γʼ ἀτρέμας εὗδε, λελασμένος ὅσσʼ ἐπεπόνθει. εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης, τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς. Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος, ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷ ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι, αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα ἔκτοθεν· ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι
Odysseia
·Kitap 13
·81-100