…
ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· αἴ κέν σʼ οὗτος νικήσῃ κρείσσων τε γένηται, πέμψω σʼ ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ, εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων, ὅς κʼ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ, μήδεά τʼ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι. ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε γυῖα. ἐς μέσσον δʼ ἄναγον· τὼ δʼ ἄμφω χεῖρας ἀνέσχον. δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς ἢ ἐλάσειʼ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα, ἦέ μιν ἦκʼ ἐλάσειε τανύσσειέν τʼ ἐπὶ γαίῃ. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι, ἦκʼ ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατʼ Ἀχαιοί. δὴ τότʼ ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμον Ἶρος, ὁ δʼ αὐχένʼ ἔλασσεν ὑπʼ οὔατος, ὀστέα δʼ εἴσω ἔθλασεν· αὐτίκα δʼ ἦλθε κατὰ στόμα φοίνιον αἷμα, κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, σὺν δʼ ἤλασʼ ὀδόντας λακτίζων ποσὶ γαῖαν· ἀτὰρ μνηστῆρες ἀγαυοὶ χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺς
Odysseia
·Kitap 18
·81-100
· · ·
…
ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην, πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ. ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο· τοὶ δʼ ἴσαν εἴσω ἡδὺ γελώοντες καὶ δεικανόωντʼ ἐπέεσσι· Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι, ὅττι μάλιστʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ, ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων. ὣς ἄρʼ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς. Ἀντίνοος δʼ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν, ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲ ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας
Odysseia
·Kitap 18
·101-120
· · ·
…
ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη, οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων. ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων, πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται· ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας, οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν; οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε· μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν. τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·
Odysseia
·Kitap 21
·301-320